Book 3
10.21
ξυλλήψομαι Λιβύης τε κύριον θήσομαι.” ταῦτα βασιλεὺς ἐπεὶ ἤκουσε, κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύνατο, ἀλλὰ τήν τε στρατιὰν καὶ τὰς ναῦς ἤγειρεν, ὅπλα τε καὶ σιτία ἡτοίμαζε καὶ Βελισαρίῳ ἐν παρασκευῇ ἐπήγγελλεν εἶναι ὡς ἐν Λιβύῃ στρατηγήσοντι αὐτίκα μάλα.
10.22
Τρίπολιν δὲ τὴν ἐν Λιβύῃ τῶν τις ἐπιχωρίων Πουδέντιος ἀπὸ Βανδίλων ἀπέστησε, πέμψας τε ὡς βασιλέα ἐδεῖτό οἱ στρατιὰν στεῖλαι·
10.23
πόνῳ γὰρ αὐτῷ τὴν χώραν οὐδενὶ προσποιήσειν. ὁ δέ οἱ ἄρχοντά τε Ταττιμοὺθ καὶ στράτευμα οὐ πολὺ ἔστειλεν.
10.24
ὃ δὴ ἑταιρισάμενος Πουδέντιος Βανδίλων οὐ παρόντων τήν τε χώραν ἔσχε καὶ βασιλεῖ προσεποίησε. τῷ δὲ Γελίμερι τιμωρεῖν βουλομένῳ Πουδέντιον ἐναντίωμα ξυνέπεσε τόδε.
10.25
Γώδας τις ἦν ἐν τοῖς Γελίμερος δούλοις, Γότθος τὸ γένος, θυμοειδὴς μὲν καὶ δραστήριος καὶ πρὸς ἰσχὺν ἱκανὼς πεφυκώς, εὐνοϊκῶς δὲ δοκῶν ἐς τὰ τοῦ δεσπότου πράγματα ἔχειν.
10.26
τούτῳ τῷ Γώδᾳ ὁ Γελίμερ Σαρδὼ τὴν νῆσον ἐπέτρεψε, φυλακῆς τε ἕνεκα καὶ φόρον τὸν ἐπέτειον ἀποφέρειν.
10.27
ὁ δὲ τὴν ἀπὸ τῆς τύχης εὐημερίαν οὔτε καταπέψαι οὔτε τῇ ψυχῇ φέρειν οἷός τε ὢν τυραννίδι ἐπεχείρησε, καὶ οὐδὲ τὴν τοῦ φόρου ἀπαγωγὴν ἀποφέρειν ἔτι ἠξίου, ἀλλὰ καὶ τὴν νῆσον αὐτὸς Βανδίλων ἀποστήσας εἶχε.
10.28
καὶ ἐπεὶ ᾔσθετο βασιλέα Ἰουστινιανὸν πολεμησείοντα ἐπί τε Λιβύην καὶ Γελίμερα, ἔγραψε πρὸς αὐτὸν τάδε·
10.29
“Οὔτε ἀγνωμοσύνῃ εἴκων οὔτε τι ἄχαρι πρὸς δεσπότου παθὼν τοῦ ἐμοῦ εἰς ἀπόστασιν εἶδον, ἀλλὰ τἀνδρὸς ἰδὼν τὴν ὠμότητα ἰσχυρὰν οἵαν εἴς τε τὸ ξυγγενὲς καὶ ὑπήκοον μετέχειν τῆς ἀπανθρωπίας οὐκ ἂν δόξαιμι ἑκών γε εἶναι.