Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

9.21 Ἰλδέριχον γὰρ νεώτερα πράσσοντα ἐς οἶκον τὸν Γιζερίχου καθεῖλε τὸ τῶν Βανδίλων ἔθνος· ἐμὲ δὲ ὁ χρόνος ἐς τὴν βασιλείαν ἐκάλεσε, κατά γε τὸν νόμον τὰ πρεσβεῖα διδούς.
9.22 τὴν δὲ ὑπάρχουσαν ἡγεμονίαν αὐτόν τινα διοικεῖσθαι καλὸν καὶ μὴ ἀλλοτρίας οἰκειοῦσθαι φροντίδας.
9.23 ὥστε καὶ σοὶ βασιλείαν ἔχοντι τὸ περιέργῳ εἶναι οὐ δίκαιον· λύοντι δέ σοι τὰς σπονδὰς καὶ ἐφ’ ἡμᾶς ἰόντι ἀπαντήσομεν ὅση δύναμις, μαρτυρόμενοι τοὺς ὅρκους τοὺς Ζήνωνι ὀμωμοσμένους, οὗ τὴν βασιλείαν παραλαβὼν
9.24 ἔχεις.” ταῦτα λαβὼν Ἰουστινιανὸς βασιλεὺς τὰ γράμματα, ἔχων καὶ πρότερον δι’ ὀργῆς Γελίμερα,
9.25 ἔτι μᾶλλον ἐς τὴν τιμωρίαν ἐπῆρτο. καί οἱ ἔδοξε καταλύσαντι ὡς τάχιστα τὸν Μηδικὸν πόλεμον ἐς Λιβύην στρατεῦσαι, καί ʽἦν γὰρ ἐπινοῆσαί τε ὀξὺς καὶ ἄοκνος τὰ βεβουλευμένα ἐπιτελέσαἰ παρῆν μὲν αὐτῷ μετάπεμπτος ὁ τῆς ἑῴας στρατηγὸς Βελισάριος, οὐχ ὅτι ἐς Λιβύην στρατηγήσειν μέλλοι προειρημένον αὐτῷ ἢ ἄλλῳ ὁτῳοῦν, ἀλλὰ τῷ λόγῳ παραλέλυτο ἧς εἶχεν ἀρχῆς.
9.26 γεγόνασι δὲ αὐτίκα αἱ πρὸς Πέρσας σπονδαί, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
10.1 Βασιλεὺς δὲ Ἰουστινιανός, ἐπεί οἱ τά τε οἴκοι καὶ τὰ ἐς τοὺς Πέρσας ὡς ἄριστα εἶχε, τὰ ἐν Λιβύῃ πράγματα ἐν βουλῇ ἐποιεῖτο.
10.2 ἐπεὶ δὲ ἐς τὰς ἀρχὰς ἐξήνεγκεν ὡς στρατιὰν ἀγείροι ἐπὶ Βανδίλους τε καὶ Γελίμερα, οἱ πλεῖστοι ἤδη ἐδυσχέραινόν τε καὶ ἐν ξυμφορᾷ ἦσαν, τόν τε Λέοντος τοῦ βασιλέως στόλον καὶ τὸ τοῦ Βασιλίσκου πάθος ἀνανεούμενοί τε καὶ ἀποστοματίζοντες στρατιώτας μὲν ὅσοι ἀπέθανον, χρήματα δὲ ὅσα τὸ δημόσιον ὦφλε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme