Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

2.2 Γοτθικὰ ἔθνη πολλὰ μὲν καὶ ἄλλα πρότερόν τε ἦν καὶ τανῦν ἔστι, τὰ δὲ δὴ πάντων μέγιστά τε καὶ ἀξιολογώτατα Γότθοι τέ εἰσι καὶ Βανδίλοι καὶ Οὐισίγοτθοι καὶ Γήπαιδες. πάλαι μέντοι Σαυρομάται καὶ Μελάγχλαινοι ὠνομάζοντο· εἰσὶ δὲ οἳ καὶ Γετικὰ ἔθνη ταῦτ’ ἐκάλουν.
2.3 οὗτοι ἅπαντες ὀνόμασι μὲν ἀλλήλων διαφέρουσιν, ὥσπερ εἴρηται, ἄλλῳ δὲ τῶν πάντων οὐδενὶ διαλλάσσουσι.
2.4 λευκοί τε γὰρ ἅπαντες τὰ σώματά εἰσι καὶ τὰς κόμας ξανθοί, εὐμήκεις τε καὶ ἀγαθοὶ τὰς ὄψεις, καὶ νόμοις μὲν τοῖς αὐτοῖς χρῶνται,
2.5 ὁμοίως δὲ τὰ ἐς τὸν θεὸν αὐτοῖς ἤσκηται. τῆς γὰρ Ἀρείου δόξης εἰσὶν ἅπαντες, φωνή τε αὐτοῖς ἐστι μία, Γοτθικὴ λεγομένη· καί μοι δοκοῦν ἐξ ἑνὸς μὲν εἶναι ἅπαντες τὸ παλαιὸν ἔθνους, ὀνόμασι δὲ ὕστερον τῶν ἑκάστοις ἡγησαμένων διακεκρίσθαι.
2.6 οὗτος ὁ λεὼς ὑπὲρ ποταμὸν Ἴστρον ἐκ παλαιοῦ ᾤκουν. ἔπειτα Γήπαιδες μὲν τὰ ἀμφὶ Σιγγιδόνον τε καὶ Σίρμιον χωρία ἔσχον, ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Ἴστρου, ἔνθα δὴ καὶ ἐς ἐμὲ ἵδρυνται.
2.7 Τῶν δὲ δὴ ἄλλων Οὐισίγοτθοι μὲν ἐνθένδε ἀναστάντες τὰ μὲν πρῶτα ἐς ξυμμαχίαν Ἀρκαδίου βασιλέως ἀφίκοντο, χρόνῳ δὲ ὕστερον ʽοὐ γὰρ οἶδε βαρβάροις ἐνδιαιτᾶσθαι ἡ ἐς Ῥωμαίους πίστισ̓, ἡγουμένου αὐτοῖς Ἀλαρίχου, ἐς ἐπιβουλὴν ἑκατέρου βασιλέως ἐτράποντο, ἐκ Θρᾴκης τε ἀρξάμενοι ξυμπάσῃ Εὐρώπῃ ὡς πολεμίᾳ ἐχρήσαντο.
2.8 βασιλεὺς δὲ Ὁνώριος πρότερον μὲν ἐν Ῥώμῃ καθῆστο, οὐδὲν ὅ τι καὶ πολέμιον ἐν νῷ ἔχων, ἀλλ’ ἀγαπῶν, οἶμαι, ἤν τις αὐτὸν ἐν τοῖς βασιλείοις ἡσυχάζειν ἐῴη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme