Book 3
8.27
οὕτω δὲ Μαυρουσίοις ἐχούσης τῆς φάλαγγος οἱ Βανδίλοι ἐν ἀπόρῳ εἶχον θέσθαι τὸ παρόν· οὔτε γὰρ ἀκοντισταὶ οὔτε τοξόται ἀγαθοὶ ἦσαν οὔτε πεζοὶ ἐς μάχην ἰέναι ἠπίσταντο, ἀλλ’ ἱππεῖς τε ἦσαν ἅπαντες, δόρασί τε ὡς ἐπὶ πλεῖστον καὶ ξίφεσιν ἐχρῶντο, καὶ ἀπ’ αὐτοῦ ἄποθέν τε οὐδὲν ἐργάζεσθαι κακὸν τοὺς πολεμίους οἷοί τε ἦσαν, ἥ τε ἵππος αὐτοῖς, ἀχθομένη τῇ τῶν καμήλων ὄψει, ἐπὶ τοὺς πολεμίους ἥκιστα ἤγετο.
8.28
ἐπειδή τε συχνὰ ἐς αὐτοὺς ἀκοντίζοντες ἐκ τοῦ ἀσφαλοῦς οἱ πολέμιοι τούς τε ἵππους καὶ αὐτούς, ἅτε πλῆθος ὄντας, οὐ χαλεπῶς ἔκτεινον, ἔφευγόν τε καὶ τῶν Μαυρουσίων ἐπεξιόντων οἱ μὲν πολλοὶ διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοις ἐγένοντο, ὀλίγοι τε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτου ἐπ’ οἴκου ἀπεκομίσθησαν.
8.29
ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν πρὸς Μαυρουσίων ξυνέπεσεν. ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτά τε καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.
9.1
Ἰλδέριχος δὲ Ὁνωρίχου τοῦ Γιζερίχου παῖς τὴν βασιλείαν παρέλαβεν, ὃς τὰ μὲν ἐς τοὺς ὑπηκόους εὐπρόσοδός τε ἦν καὶ ὅλως πρᾷος, καὶ οὔτε Χριστιανοῖς οὔτε τῳ ἄλλῳ χαλεπὸς ἐγεγόνει, τὰ δὲ ἐς τὸν πόλεμον μαλθακός τε λίαν καὶ οὐδὲ ἄχρι ἐς τὰ ὦτα τὸ πρᾶγμά οἱ τοῦτο ἐθέλων ἰέναι.
9.2
Ὁάμερ γοῦν ἀνεψιός τε ὢν αὐτῷ καὶ ἀνὴρ ἀγαθὸς τὰ πολέμια ἐστρατήγει ἐφ’ οὓς ἂν στρατεύοιντο Βανδίλοι· ὃν δὴ καὶ Ἀχιλλέα Βανδίλων ἐκάλουν.
9.3
ἐπὶ τούτου Ἰλδερίχου ἡσσήθησάν τε μάχῃ οἱ Βανδίλοι πρὸς Μαυρουσίων τῶν ἐν Βυζακίῳ, ὧν ἦρχεν Ἀντάλας, καὶ σφίσι ξυνηνέχθη Θευδερίχῳ τε καὶ Γότθοις ἐν Ἰταλίᾳ ἔκ τε συμμάχων καὶ φίλων πολεμίοις γενέσθαι.