Book 3
8.21
καὶ ἐπειδὴ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπετέτακτο· τά τε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα τήν τε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο ξὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τά τε λύχνα ἔκαυσαν ἅπαντα καὶ τοὺς ἱερέας αἰδοῖ τε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο·
8.22
ἀργύριά τε τοῖς πτωχοῖς δόντες οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῇ τῶν Βανδίλων στρατιᾷ εἵποντο.
8.23
καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν ξύμπασαν οἵ τε Βανδίλοι κατὰ ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον.
8.24
ἐπεὶ δὲ ἀγχοῦ ἔσεσθαι ἔμελλον, προτερήσαντες οἱ κατάσκοποι ἀγγέλλουσι τῷ Καβάωνι ὅσα Βανδίλοις τε καὶ σφίσιν ἐς τὰ Χριστιανῶν ἱερὰ εἴργαστο καὶ ὡς ἐγγύς που οἱ πολέμιοι εἶεν.
8.25
ὁ δὲ ἀκούσας ἐς τὴν ξυμβολὴν καθίστατο ὧδε. κύκλον ἀπολαβὼν ἐν τῷ πεδίῳ ἔνθα δὴ τὸ χαράκωμα ποιεῖσθαι ἔμελλε, τὰς καμήλους ἔρυμα τῷ στρατοπέδῳ ἐγκαρσίας ἐν κύκλῳ καθίστη, κατὰ δώδεκα μάλιστα καμήλους ποιησάμενος τὸ τοῦ μετώπου βάθος.
8.26
παῖδας μὲν οὖν καὶ γυναῖκας καὶ εἴ τι αὐτοῖς ἀπόμαχον ἦν ὁμοῦ τοῖς χρήμασιν ἐς μέσον ἐτίθετο, τὸν δὲ τῶν μαχίμων λεὼν ἐς τῶν ζῴων ἐκείνων τοὺς πόδας ἐν μέσῳ φραξαμένους ταῖς ἀσπίσιν ἐκέλευεν εἶναι.