Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

7.25 ἔνθα δὴ ψύχει τε καὶ λιμῷ πιεζόμενοι ἔς τε ἀλλήλους καταφεύγουσι καὶ τὰ φίλτατα περιβαλόντες σώματα διεφθάρησαν. αὕτη τε Βασιλίσκον τῶν πεπολιτευμένων κατέλαβε τίσις. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
7.26 Γιζέριχος δὲ τότε ἀπάτῃ τε περιελθὼν καὶ κατὰ κράτος ἐξελάσας, ὡς πρόσθεν εἴρηται, τοὺς πολεμίους, οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἦγέ τε τὰ Ῥωμαίων καὶ ἔφερε ξύμπαντα, ἕως αὐτῷ βασιλεὺς Ζήνων ἐς ὁμολογίαν ἀφίκετο σπονδαί τε αὐτοῖς ἀπέραντοι ξυνετέθησαν, μήτε Βανδίλους πολέμιόν τι ἐς τὸν πάντα αἰῶνα Ῥωμαίους ἐργάσασθαι μήτε αὐτοῖς πρὸς ἐκείνων ξυμβῆναι. ταύτας τε τὰς σπονδὰς Ζήνων τε αὐτὸς διεσώσατο καὶ ὃς μετ’ ἐκεῖνον τὴν βασιλείαν παρέλαβεν Ἀναστάσιος.
7.27 διέμειναν δὲ καὶ ἐς Ἰουστῖνον αὐτοκράτορα. τούτου δὲ Ἰουστίνου ἀδελφιδοῦς ὢν Ἰουστινιανὸς διεδέξατο τὴν βασιλείαν·
7.28 ἐπὶ τούτου Ἰουστινιανοῦ βασιλεύοντος ὁ πόλεμος κατέστη ὅδε, τρόπῳ ᾧ ἐν τοῖς ὄπισθεν λελέξεται λόγοις.
7.29 χρόνον δὲ ὀλίγον Γιζέριχος ἐπιβιοὺς ἐτελεύτα πόρρω που ἤδη ἡλικίας ἥκων, διαθήκας διαθέμενος ἐν αἷς ἄλλα τε πολλὰ Βανδίλοις ἐπέσκηψε καὶ τὴν βασιλείαν ἀεὶ Βανδίλων ἐς τοῦτον ἰέναι ὃς ἂν ἐκ γόνου ἄρρενος αὐτῷ Γιζερίχῳ κατὰ γένος προσήκων πρῶτος ὢν ἁπάντων τῶν αὐτοῦ ξυγγενῶν τὴν ἡλικίαν τύχοι.
7.30 Γιζέριχος μὲν οὖν ἄρξας Βανδίλων ἐπειδὴ Καρχηδόνος ἐκράτησεν ἔτη ἐννέα καὶ τριάκοντα, ἐτελεύτησεν, ὥσπερ εἴρηται.
8.1 Ὁνώριχος δέ, ὁ τῶν ἐκείνου παίδων πρεσβύτατος, διεδέξατο τὴν ἀρχήν, Γένζωνος ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος. ἐπὶ τούτου Ὁνωρίχου Βανδίλων ἄρχοντος πόλεμος αὐτοῖς πρὸς οὐδένα ἀνθρώπων, ὅτι μὴ ἐς Μαυρουσίους, ἐγένετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme