Book 3
6.24
πολλὰ μὲν οὖν αὐτὸν ἐλιπάρει Γένζων ὁ Γιζερίχου, πιστά τε παρεχόμενος καὶ σωτηρίαν προτεινόμενος, ὁ δὲ οὐδὲν ἧσσον ἐς θάλασσαν καθῆκε τὸ σῶμα, ἐκεῖνο μόνον ἀποφθεγξάμενος, ὡς οὐ μή ποτε Ἰωάννης ὑπὸ χερσὶ κυνῶν γένηται.
6.25
Ὁ μὲν δὴ πόλεμος οὗτος ἐς τοῦτο ἐτελεύτα καὶ Ἡράκλειος ἐπ’ οἴκου ἀπεκομίσθη· Μαρκελλιανὸς γὰρ πρός του τῶν συναρχόντων ἀπώλετο δόλῳ.
6.26
Βασιλίσκος δὲ ἀφικόμενος ἐς Βυζάντιον ἱκέτης ἐκάθητο ἐς τὸ ἱερὸν Χριστοῦ τοῦ μεγάλου θεοῦ ʽΣοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεών, ταύτην δὴ μάλιστα τῷ θεῷ πρέπειν τὴν ἐπωνυμίαν ἡγούμενοἰ, ἐξαιτησαμένης δὲ αὐτὸν Βηρίνης τῆς βασιλίδος τὸν μὲν κίνδυνον τοῦτον διέφυγεν, ἐς βασιλείαν δὲ τότε παρελθεῖν, ἧς δὴ ἕνεκα πάντα αὐτῷ εἴργαστο, οὐχ οἷός τε ἦν.
6.27
Λέων γὰρ βασιλεὺς οὐ πολλῷ ὕστερον Ἄσπαρά τε καὶ Ἀρδαβούριον ἐν παλατίῳ διέφθειρεν, ἐπεί οἱ θάνατον ἐπιβουλεύειν αὐτοὺς ὑπετόπησε. ταῦτα μὲν οὖν ἐγένετο τῇδε.
7.1
Ἀνθέμιος δὲ ὁ τῶν δυσμῶν αὐτοκράτωρ πρὸς τοῦ κηδεστοῦ Ῥεκίμερος διαφθαρεὶς ἐτελεύτα, Ὀλύβριός τε τὴν βασιλείαν ἐκδεξάμενος ὀλίγῳ ὕστερον χρόνῳ τὴν ὁμοίαν πεπρωμένην ἀνέπλησε.
7.2
τελευτήσαντος δὲ καὶ Λέοντος ἐν Βυζαντίῳ, παρέλαβε τὴν βασιλείαν Λέων ὁ Ζήνωνός τε καὶ Ἀριάδνης τῆς Λέοντος θυγατρός, ἐς ἡμερῶν ἔτι ὀλίγων που ἡλικίαν ἥκων.
7.3
αἱρεθέντος δὲ ξυμβασιλέως αὐτῷ τοῦ πατρός, αὐτίκα δὴ μάλα ὁ παῖς ἐξ ἀνθρώπων ἠφάνιστο.