Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

6.17 Οἱ δὲ Βανδίλοι, ἐπειδὴ σφίσι τάχιστα τὸ πνεῦμα ἐγεγόνει, ὃ δὴ τέως καραδοκοῦντες ἐκάθηντο, ἀράμενοί τε τὰ ἱστία καὶ τὰ πλοῖα ἀφέλκοντες ὅσα αὐτοῖς ἀνδρῶν κενά, ὥσπερ μοι πρότερον εἴρηται, παρεσκεύαστο, ἔπλεον ἐπὶ τοὺς πολεμίους.
6.18 ὡς δὲ ἀγχοῦ ἐγένοντο, πῦρ ἐν τοῖς πλοίοις ἐνθέμενοι, ἃ δὴ αὐτοὶ ἐφέλκοντες ἦγον, κεκολπωμένων αὐτοῖς τῶν ἱστίων, ἀφῆκαν ἐπὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον.
6.19 ἅτε δὲ πλήθους ὄντος ἐνταῦθα νηῶν, ὅπη τὰ πλοῖα ταῦτα προσπίπτοιεν, ἔκαιόν τε ῥᾳδίως καὶ αὐτὰ οἷς ἂν συμμίξαιεν ἑτοίμως ξυνδιεφθείροντο.
6.20 οὕτω δὲ τοῦ πυρὸς ἐπιφερομένου θόρυβός τε, ὡς τὸ εἰκός, εἶχε τὸν Ῥωμαίων στόλον καὶ κραυγῆς μέγεθος τῷ τε πνεύματι καὶ τῷ τῆς φλογὸς βόμβῳ ἀντιπαταγούσης μάλιστα, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ναύταις ἀλλήλοις ἐγκελευομένων καὶ τοῖς κοντοῖς διωθουμένων τά τε πυρφόρα πλοῖα καὶ τὰς σφῶν αὐτῶν ναῦς ὑπ’ ἀλλήλων διαφθειρομένας οὐδενὶ κόσμῳ.
6.21 ἤδη δὲ καὶ οἱ Βανδίλοι παρῆσαν ἐμβάλλοντές τε καὶ καταδύοντες καὶ αὐτοῖς ὅπλοις τοὺς διαφεύγοντας τῶν στρατιωτῶν ληιζόμενοι.
6.22 εἰσὶ δὲ οἳ καὶ ἄνδρες ἀγαθοὶ Ῥωμαίων ἐν τῷ πόνῳ τούτῳ ἐγένοντο, καὶ πάντων μάλιστα Ἰωάννης, ὑποστράτηγός τε ὢν Βασιλίσκου καὶ οὐδ’ ὁπωστιοῦν τῆς ἐκείνου προδοσίας μεταλαχών.
6.23 περιστάντος γὰρ ὁμίλου πολλοῦ τὴν αὐτοῦ ναῦν, ἔκτεινε μὲν ἐπιστροφάδην ἀπὸ τοῦ καταστρώματος πολύ τι τῶν πολεμίων πλῆθος, ὡς δὲ ἁλισκομένης ᾔσθετο τῆς νεώς, ἥλατο ξὺν πάσῃ τῇ τῶν ὅπλων σκευῇ ἀπὸ τῶν ἰκρίων εἰς θάλασσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme