Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

5.23 Ἰλλυριοὺς οὖν ἐληίζετο καὶ τῆς τε Πελοποννήσου τῆς τε ἄλλης Ἑλλάδος τὰ πλεῖστα καὶ ὅσαι αὐτῇ νῆσοι ἐπίκεινται. αὖθις δὲ ἔς τε Σικελίαν καὶ Ἰταλίαν ἀπέβαινεν, ἦγέ τε καὶ ἔφερεν ἐκ περιτροπῆς ἅπαντα.
5.24 καί ποτε αὐτὸν ἐς τὴν ναῦν ἐσβάντα ἐν τῷ Καρχηδόνος λιμένι, ἀνατεινομένων ἤδη τῶν ἱστίων, φασὶν ἐρέσθαι τὸν κυβερνήτην ἐπὶ τίνας ποτὲ ἀνθρώπων ἰέναι κελεύοι.
5.25 καὶ τὸν ἀποκρινάμενον φάναι, δηλονότι ἐφ’ οὓς ὁ θεὸς ὤργισται. οὕτως ἐξ οὐδεμιᾶς αἰτίας ἐφ’ οὓς ἂν τύχοι ἐσέβαλλε.
6.1 Τῶνδε εἵνεκα τίσασθαι Βανδίλους βασιλεὺς Λέων βουλόμενος ξυνήγειρεν ἐπ’ αὐτοὺς στράτευμα· τοῦδε δὲ τοῦ στρατεύματος λέγουσι τὸ πλῆθος ἐς δέκα μάλιστα μυριάδας γενέσθαι. στόλον δὲ νεῶν ἐξ ἁπάσης τῆς πρὸς ἕω θαλάσσης ἀθροίσας πολλὴν ἐπεδείξατο μεγαλοφροσύνην ἔς τε στρατιώτας καὶ ναύτας, δεδιὼς μή τί οἱ ἐκ μικρολογίας ἐμποδὼν γένηται προθυμουμένῳ ἐς τοὺς βαρβάρους ἐπιτελέσαι τὴν κόλασιν.
6.2 φασὶ γοῦν αὐτῷ τριακόσια καὶ χίλια κεντηνάρια ἐπ’ οὐδενὶ ἔργῳ δεδαπανῆσθαι. ἀλλ’ ἐπεὶ οὐκ ἔδει Βανδίλους τῷ στόλῳ τούτῳ ἀπολωλέναι, αὐτοκράτορα τοῦ πολέμου ποιεῖται Βασιλίσκον, Βηρίνης τῆς γυναικὸς ἀδελφὸν ὄντα καὶ τῆς βασιλείας ἐκτόπως ἐρῶντα, ἥν οἱ ἤλπισεν ἀμαχητὶ ἔσεσθαι τὴν Ἄσπαρος προσποιησαμένῳ φιλίαν.
6.3 αὐτὸς γὰρ Ἄσπαρ τῆς Ἀρείου δόξης μεταποιούμενος, ταύτην τε οὐκ ἐννοῶν μετατίθεσθαι, παρελθεῖν μὲν εἰς τὴν βασιλείαν οὐχ οἷός τε ἦν, καταστήσασθαι δὲ ἐς αὐτὴν ἕτερον εὐπετῶς ἴσχυσεν, ἤδη τε Λέοντι τῷ βασιλεῖ ὡς ἐπιβουλεύσει προσκεκρουκότι ἐπίδοξος ἦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme