Book 3
5.7
ἤδη δὲ τὸ τῶν ἑῴων κράτος ἐς Λέοντα περιεστήκει, Ἄσπαρος ἐς τοῦτο αὐτὸν καταστησαμένου, ἐπειδὴ Μαρκιανὸς ἐξ ἀνθρώπων ἀπήλλακτο.
5.8
Ὕστερον δὲ Γιζέριχος ἐπενόει τοιάδε. τῶν ἐν Λιβύῃ πόλεων, πλὴν Καρχηδόνος, τὰ τείχη καθεῖλεν, ὡς ἂν μήτε αὐτοὶ Λίβυες τὰ Ῥωμαίων ἑλόμενοι ἔκ τε ἐχυροῦ ὁρμᾶσθαι καὶ νεωτερίζειν ἱκανοὶ εἶεν μήτε τοῖς ἐκ βασιλέως στελλομένοις ἐν ἐλπίδι ἔσται ὡς καὶ πόλιν καταλήψονται καὶ φρουρὰν ἐν αὐτῇ ποιησάμενοι πράγματα Βανδίλοις παρέξονται.
5.9
τότε μὲν οὖν εὖ τε ἔδοξε βεβουλεῦσθαι καὶ τὴν εὐημερίαν Βανδίλοις ὡς ἀσφαλέστατα διασώσασθαι, χρόνῳ δὲ τῷ ὑστέρῳ, ὅτε δὴ ἀτείχιστοι οὖσαι ῥᾷόν τε καὶ ἀπονώτερον πρὸς Βελισαρίου αἱ πόλεις αὗται ἡλίσκοντο, πολύν τε γέλωτα ἤδη Γιζέριχος ὦφλε καὶ ἡ τέως δοκοῦσά οἱ εὐβουλία ἐς ἄνοιαν αὐτῷ ἀπεκρίθη.
5.10
ταῖς γὰρ δὴ τύχαις ἀεὶ τὰς δόξας ἐπὶ τοῖς πρότερον βεβουλευμένοις ξυμμεταβάλλεσθαι φιλοῦσιν ἄνθρωποι.
5.11
τῶν δὲ Λιβύων εἴ τι μὲν δόκιμον ἐτύγχανεν ὂν καὶ πλούτῳ ἀκμάζον, αὐτοῖς ἀγροῖς τε καὶ πᾶσι χρήμασιν ἐν ἀνδραπόδων μοίρᾳ παρέδωκε τοῖς παισὶν Ὁνωρίχῳ τε καὶ Γένζωνι. Θεόδωρος γὰρ ὁ νεώτατος ἐτελεύτα ἤδη, ἄπαις τὸ παράπαν ἄρρενός τε καὶ θήλεος γόνου.
5.12
Λίβυας δὲ τοὺς ἄλλους ἀφείλετο μὲν τοὺς ἀγρούς, οἳ πλεῖστοί τε ἦσαν καὶ ἄριστοι, ἐς δὲ τὸ τῶν Βανδίλων διένειμεν ἔθνος, καὶ ἀπ’ αὐτοῦ κλῆροι Βανδίλων οἱ ἀγροὶ οὗτοι ἐς τόδε καλοῦνται τοῦ χρόνου.
5.13
τοῖς δὲ δὴ πάλαι κεκτημένοις τὰ χωρία ταῦτα πένεσθαί τε ὡς μάλιστα καὶ ἐλευθέροις εἶναι ξυνέβαινεν· ἦν δὲ αὐτοῖς ἐν ἐξουσίᾳ καὶ ὅποι βούλοιντο ἀπαλλάσσεσθαι.