Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

4.34 ὃ δὴ Ἀττίλαν κατιδόντα ʽἦν γὰρ δεινότατος ξυνεῖναί τε καὶ ξυμβαλεῖν ἅπαντἀ κελεῦσαι τὸν στρατὸν αὖθις ἐν χώρῳ τῷ αὐτῷ μένειν, ἐπειπόντα οὐκ ἄν ποτε εἰκῆ ἐνθένδε ἀποπτάντα ξὺν τοῖς νεοττοῖς τὸν ὄρνιν οἴχεσθαι, εἰ μή τι ἐμαντεύετο φλαῦρον οὐκ εἰς μακρὰν τῷ χωρίῳ ξυμβήσεσθαι.
4.35 οὕτω μὲν τὸ τῶν βαρβάρων στρατόπεδον αὖθις ἐς τὴν πολιορκίαν καταστῆναί φασι, τοῦ δὲ περιβόλου μοῖράν τινα οὐ πολλῷ ὕστερον ἐκείνην ἣ τὴν τοῦ ὄρνιθος τούτου καλιὰν εἶχεν, ἀπ̓οὐδεμιᾶς αἰτίας ἐξαπιναίως καταπεσεῖν καὶ τοῖς πολεμίοις ταύτῃ ἐσιτητὰ ἐς τὴν πόλιν γενέσθαι, οὕτω τε τὴν Ἀκυληίαν κατὰ κράτος ἁλῶναι. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἀκυληίᾳ ταύτῃ πη ἔσχεν.
4.36 Ὕστερον δὲ καὶ βασιλέα οὐδενὶ πόνῳ ἔκτεινε Μάξιμος καὶ τὴν τυραννίδα ἔσχε, τῇ τε Εὐδοξίᾳ ξυγγέγονε βίᾳ. γυνὴ γὰρ ἥπερ αὐτῷ ξυνῴκει τετελευτήκει οὐ πολλῷ πρότερον. καί ποτε αὐτῇ ἐν τῇ κοίτῃ προσέφερε λόγον ὡς τοῦ αὐτῆς ἔρωτος εἵνεκα πάντα εἴη διαπεπραγμένος ἃ εἴργαστο.
4.37 τήν τε Εὐδοξίαν ἀχθομένην Μαξίμῳ καὶ πρότερον τίσασθαί τε αὐτὸν τῆς ἐς Βαλεντινιανὸν ἀδικίας ἐπιθυμοῦσαν ἔτι μᾶλλον εἰς αὐτὸν οἰδαίνειν ὁ λόγος ἐποίησεν, ἔς τε τὴν ἐπιβουλὴν ἐνῆγεν, ἐπεὶ τῷ ἀνδρὶ αὐτῆς ἕνεκα ξυμβῆναι τὴν συμφορὰν Μαξίμου λέγοντος ἤκουσε.
4.38 καὶ ἐπειδὴ τάχιστα ἡμέρα ἐγένετο, πέμπει ἐς Καρχηδόνα δεομένη Γιζερίχου τιμωρεῖν Βαλεντινιανῷ ὑπ’ ἀνδρὸς ἀνοσίου διαφθαρέντι, αὐτοῦ τε ἀναξίως καὶ τῆς βασιλείας, καὶ αὐτὴν ῥύεσθαι πάσχουσαν πρὸς τοῦ τυράννου ἀνόσια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme