Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

1.8 ταύτῃ γὰρ ξυνίασιν αὖθις ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, καὶ πάλιν ἔν τε Βυζαντίῳ καὶ Καλχηδόνι μέχρι τῶν πάλαι Κυανέων λεγομένων πετρῶν, οὗ καὶ νῦν Ἱερὸν ὀνομάζεται. ἐν τούτοις γὰρ δὴ τοῖς χωρίοις μέτρῳ δέκα σταδίων τε καὶ τούτου ἐλάσσονι διείργεσθον ἀλλήλαιν.
1.9 Ἀπὸ δὲ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν μέχρι ἐς τὴν ἑτέραν διὰ τῆς ἠιόνος ἰόντι καὶ οὐ περιερχομένῳ κόλπον τε τὸν Ἰόνιον καὶ τὸν Εὔξεινον καλούμενον Πόντον, ἀλλ’ ἔκ τε Καλχηδόνος ἐς Βυζάντιον ἔκ τε Δρυοῦντος ἐς ἤπειρον τὴν ἀντιπέρας καταίροντι, πέντε καὶ ὀγδοήκοντα καὶ διακοσίων ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί.
1.10 τὰ γὰρ ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὃς ἐκ Βυζαντίου χωρεῖ εἰς τὴν λίμνην, ἅπαντα ἀκριβολογεῖσθαι ἀμήχανα ἦν, βαρβάρων τῶν ὑπὲρ ποταμὸν Ἴστρον, ὃν καὶ Δανούβιον καλοῦσι, Ῥωμαίοις βατὴν ἥκιστα ποιουμένων τὴν ἐκείνῃ ἀκτήν, πλήν γε δὴ ὅτι ἐκ Βυζαντίου μὲν ἐς τὰς τοῦ Ἴστρου ἐκβολὰς ἡμερῶν ἐστιν ὁδὸς δύο καὶ εἴκοσιν, ἅσπερ τῇ Εὐρώπῃ λογιζομένους ἐντιθέναι προσήκει.
1.11 κατὰ δὲ τὴν τῆς Ἀσίας μοῖραν, εἴη δ’ ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, ὃς ῥέων ἐκ Κόλχων κάτεισιν ἐς τὸν Πόντον, ἀνύεται τεσσαράκοντα ὁδὸς ἡμερῶν.
1.12 ὥστε ξύμπασα ἡ Ῥωμαίων ἐπικράτεια κατά γε τὴν ἐπὶ θαλάσσῃ ὁδὸν ἐς ἑπτὰ καὶ τεσσαράκοντα καὶ τριακοσίων ἡμερῶν ξύνεισι μέτρον, ἤν τις, ὅπερ εἴρηται, τὸν Ἰόνιον κόλπον ἐς ὀκτακοσίους μάλιστα διήκοντα σταδίους ἐκ Δρυοῦντος διαπορθμεύηται.
1.13 ἡ γὰρ τοῦ κόλπου πάροδος ἐς ὁδὸν ἡμερῶν διήκει οὐχ ἧσσον ἢ τεσσάρων. τοσαύτη μὲν ἡ Ῥωμαίων ἀρχὴ κατά γε τὸν παλαιὸν ἐγένετο χρόνον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme