Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

4.20 νενικηκὼς δὲ ὁ βασιλεὺς ἐν τούτῳ τῷ ἔργῳ καὶ τὸν Μαξίμου δακτύλιον ἐνέχυρον τῷ ξυγκειμένῳ κεκομισμένος ἐς τὴν ἐκείνου οἰκίαν πέμπει, εἰπεῖν ἐπιστείλας τῇ γυναικὶ ὅτι δὴ αὐτὴν κελεύει Μάξιμος ὡς τάχιστα ἐς παλάτιον ἥκειν τὴν βασιλίδα Εὐδοξίαν ἀσπασομένην.
4.21 καὶ ἡ μὲν τὸν λόγον τῷ δακτυλίῳ τεκμηραμένη Μαξίμου εἶναι ἐσβᾶσα εἰς τὸ φορεῖον κομίζεται ἐς τὴν βασιλέως αὐλήν.
4.22 λαβόντες δὲ αὐτὴν οἷς δὴ αὕτη ἐκ βασιλέως ἡ ὑπουργία ἐπέκειτο, εἰσάγουσιν εἴς τι δωμάτιον τῆς γυναικωνίτιδος μακρὰν ἄποθεν, οὗ δὴ αὐτῇ ὁ Βαλεντινιανὸς ἐντυχὼν οὔτι ἑκουσίαν βιάζεται.
4.23 ἡ δὲ μετὰ τὴν ὕβριν ἐς τοῦ ἀνδρὸς τὴν οἰκίαν ἐλθοῦσα δεδακρυμένη τε καὶ τῇ συμφορᾷ ὡς ἔνι μάλιστα περιαλγοῦσα πολλὰς ἐπέβαλε τῷ Μαξίμῳ ἀράς, ἅτε τοῖς πεπραγμένοις τὴν αἰτίαν παρασχομένῳ.
4.24 περιώδυνος τοίνυν ὁ Μάξιμος τοῖς ξυμπεσοῦσι γενόμενος αὐτίκα μὲν εἰς ἐπιβουλὴν τοῦ βασιλέως καθίστατο· ὡς δὲ τὸν Ἀέτιον ἑώρα μέγα δυνάμενον, ὃς καὶ Ἀττίλαν ἄρτι ἐνενικήκει στρατῷ μεγάλῳ Μασσαγετῶν τε καὶ τῶν ἄλλων Σκυθῶν ἐς τὴν Ῥωμαίων ἀρχὴν ἐσβαλόντα, ἐνθύμιόν οἱ ἐγένετο ὥς οἱ Ἀέτιος ἐς τὰ πρασσόμενα ἐμπόδιος ἔσται.
4.25 ταῦτά τε διανοουμένῳ ἄμεινον ἔδοξεν εἶναι τὸν Ἀέτιον ἐκποδὼν ποιήσασθαι πρότερον, οὐδὲν ποιησαμένῳ ὅτι ἐς αὐτὸν περιέστηκε πᾶσα ἡ Ῥωμαίων ἐλπίς.
4.26 τῶν δὲ ἀμφὶ τὴν βασιλέως θεραπείαν εὐνούχων εὐνοϊκῶς οἱ ἐχόντων, ἀνέπεισε ταῖς αὐτῶν μηχαναῖς βασιλέα ὡς νεωτέροις πράγμασιν ἐγχειροίη Ἀέτιος.
4.27 Βαλεντινιανὸς δὲ ἄλλῳ οὐδενὶ ὅτι μὴ τῇ Ἀετίου δυνάμει τε καὶ ἀρετῇ τεκμηριώσας τὸν λόγον ὑγιᾶ εἶναι κτείνει τὸν ἄνδρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme