Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

3.29 καταπλαγεῖσα δὲ ἡ γυνὴ Ἀέτιον μὲν εἰργάσατο οὐδὲν ἄχαρι οὐδέ τι ὠνείδισεν ὧν αὐτῷ ἐς τὸν βασιλέως οἶκον ἐπέπρακτο, ἐπεὶ αὐτός τε δυνάμει μεγάλῃ ἐχρῆτο καὶ τὰ τῆς βασιλείας πράγματα πονηρὰ ἤδη ἦν· τοῖς δὲ Βονιφατίου φίλοις τήν τε Ἀετίου ὑποθήκην ἔφραζε καὶ πίστεις παρεχομένη καὶ ὅρκια ἔχρῃζεν αὐτῶν ὅπως τὸν ἄνδρα, ἢν δύνωνται, πείσουσιν ἐπανήκειν ἐς τὰ πάτρια ἤθη, οὐ περιιδόντα ὑπὸ βαρβάροις κειμένην τὴν Ῥωμαίων ἀρχήν.
3.30 ἐπεὶ δὲ ὁ Βονιφάτιος ἤκουσε ταῦτα, τῆς τε πράξεως αὐτῷ καὶ τῆς ἐς τοὺς βαρβάρους ὁμολογίας μετέμελε, καὶ αὐτοὺς ἐλιπάρει μύρια πάντα ὑποδεχόμενος ἀπὸ Λιβύης ἀνίστασθαι.
3.31 τῶν δὲ οὐκ ἐνδεχομένων τοὺς λόγους, ἀλλὰ περιυβρίζεσθαι οἰομένων, ἐς χεῖρας αὐτοῖς ἐλθεῖν ἠναγκάσθη καὶ ἡσσηθεὶς τῇ μάχῃ ἐς Ἱππονερέγιον ἀνεχώρησε, πόλιν ὀχυρὰν ἐν Νουμιδίᾳ τῇ ἐπὶ θαλάσσῃ κειμένην.
3.32 ἔνθα δὴ οἱ Βανδίλοι στρατοπεδευσάμενοι Γιζερίχου σφίσιν ἡγουμένου ἐπολιόρκουν· Γόνθαρις γὰρ ἤδη ἐτεθνήκει. φασὶ δὲ αὐτὸν πρὸς τοῦ ἀδελφοῦ ἀπολέσθαι.
3.33 Βανδίλοι δὲ τούτοις οὐχ ὁμολογοῦντες Γόνθαρίν φασιν ἐν Ἱσπανίᾳ πρὸς Γερμανῶν ξυλληφθέντα ἐν μάχῃ ἀνασκολοπισθῆναι, καὶ Γιζέριχον ἤδη αὐτοκράτορα ὄντα Βανδίλοις ἐς Λιβύην ἡγήσασθαι.
3.34 ταῦτα μὲν δὴ οὕτω πρὸς Βανδίλων ἀκήκοα. χρόνου δὲ πολλοῦ διελθόντος, ἐπεὶ οὔτε βία οὔτε ὁμολογίᾳ τὸ Ἱππονερέγιον παραστήσασθαι οἷοί τε ἦσαν καὶ τῷ λιμῷ ἐπιέζοντο, τὴν προσεδρείαν διέλυσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme