Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

3.15 τούτω τὼ ἄνδρε διαφόρω μὲν τὰ πολιτικὰ ἐγενέσθην, ἐς τοσοῦτον δὲ μεγαλοψυχίας τε καὶ τῆς ἄλλης ἀρετῆς ἡκέτην ὥστε, εἴ τις αὐτοῖν ἑκάτερον ἄνδρα Ῥωμαίων ὕστατον εἴποι, οὐκ ἂν ἁμάρτοι· οὕτω τὴν Ῥωμαίων ἀρετὴν ξύμπασαν ἐς τούτω τὼ ἄνδρε ἀποκεκρίσθαι τετύχηκε.
3.16 τούτοιν τὸν ἕτερον Βονιφάτιον ἡ Πλακιδία στρατηγὸν ἀπέδειξε Λιβύης ἁπάσης. τοῦτο δὲ οὐ βουλομένῳ ἦν Ἀετίῳ, ἀλλ’ ἥκιστά γε ὡς αὐτὸν οὐκ ἀρέσκει ἐξήνεγκεν. οὔπω γὰρ αὐτοῖν ἡ ἔχθρα ἐς φῶς ἐληλύθει, ἀλλ’ ὑπὸ τῷ προσώπῳ ἑκατέρῳ ἐκρύπτετο.
3.17 ἐπεὶ δέ οἱ Βονιφάτιος ἐκποδὼν ἐγεγόνει, διέβαλεν αὐτὸν ἐς τὴν Πλακιδίαν ὡς τυραννοίη, ἀποστερήσας αὐτήν τε καὶ βασιλέα Λιβύης ἁπάσης, ῥᾴδιόν τε εἶναι αὐτῇ ἔλεγε τἀληθὲς ἐξευρεῖν· ἢν γὰρ μεταπέμποιτο Βονιφάτιον ἐς Ῥώμην, οὐ μή ποτε ἔλθῃ.
3.18 ἐπεὶ δὲ ταῦτα ἤκουσεν ἡ γυνή, εὖ τέ οἱ εἰπεῖν Ἀέτιος ἔδοξε καὶ κατὰ ταῦτα ἐποίει. προτερήσας δὲ Ἀέτιος ἔγραψε πρὸς Βονιφάτιον λάθρα ὡς ἐπιβουλεύοι αὐτῷ ἡ βασιλέως μήτηρ καὶ βούλοιτο αὐτὸν ἐκποδὼν ποιήσασθαι.
3.19 καί οἱ τεκμήριον τῆς ἐπιβουλῆς προηγόρευεν ἔσεσθαι μέγα· ἐξ αἰτίας γὰρ οὐδεμιᾶς αὐτίκα μάλα μετάπεμπτος ἔσται. ταῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου.
3.20 Βονιφάτιος δὲ οὐκ ἀλογήσας τὰ γεγραμμένα, ἐπειδὴ τάχιστα παρῆσαν οἳ αὐτὸν ὡς βασιλέα ἐκάλουν, ἀπεῖπε τὸ μὴ βασιλεῖ τε καὶ τῇ αὐτοῦ μητρὶ ἐπακούειν, οὐδενὶ τὴν Ἀετίου ὑποθήκην ἐκφήνας.
3.21 Πλακιδία μὲν οὖν ὡς ταῦτα ἤκουσεν, Ἀέτιόν τε τοῖς βασιλέως πράγμασιν εὔνουν ἐς τὰ μάλιστα ᾤετο εἶναι καὶ τὰ ἀπὸ Βονιφατίου ἐν βουλῇ εἶχε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme