Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

1.1 Ὁ μὲν οὖν Μηδικὸς πόλεμος Ἰουστινιανῷ βασιλεῖ ἐς τοῦτο ἐτελεύτα· ἐγὼ δὲ ὅσα ἔς τε Βανδίλους καὶ Μαυρουσίους αὐτῷ εἴργασται φράσων ἔρχομαι. λελέξεται δὲ πρῶτον ὅθεν ὁ Βανδίλων στρατὸς τῇ Ῥωμαίων ἐπέσκηψε χώρᾳ.
1.2 ἐπειδὴ Θεοδόσιος ὁ Ῥωμαίων αὐτοκράτωρ ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ δίκαιος ἐν τοῖς μάλιστα γεγονὼς καὶ ἀγαθὸς τὰ πολέμια, διεδεξάσθην αὐτοῦ τὴν βασιλείαν ἄμφω τὼ παῖδε, Ἀρκάδιος μὲν ὁ πρεσβύτερος τὴν ἑῴαν μοῖραν, τὴν ἑσπερίαν δὲ Ὁνώριος ὁ νεώτερος.
1.3 διῄρητο δὲ ὧδε τὸ Ῥωμαίων κράτος ἄνωθεν ἀπό τε Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων, ὃς τὴν βασιλείαν ἐς Βυζάντιον μεταθέμενος μείζω τε τὴν πόλιν καὶ πολλῷ ἐπιφανεστέραν καταστησάμενος ἀπ’ αὐτοῦ ἀφῆκε προσαγορεύεσθαι.
1.4 Περιλαμβάνει μὲν κύκλῳ τὴν γῆν ὠκεανὸς ἢ ξύμπασαν ἢ τὴν πολλήν· οὐ γάρ πω σαφές τι ἀμφ’ αὐτῷ ἴσμεν· σχίζει δὲ αὐτὴν δίχα ἐς ἠπείρους δύο ἐκροή τις ἀπ’ αὐτοῦ κατὰ τὴν ἑσπέριον εἰσβάλλουσα μοῖραν καὶ ταύτην δὴ ποιουμένη τὴν θάλασσαν, ἀπὸ Γαδείρων μὲν ἀρξαμένη, ἐς αὐτὴν δὲ τὴν Μαιῶτιν διήκουσα λίμνην.
1.5 ταύταιν ταῖν ἠπείροιν ἁτέρα μὲν ἐν δεξιᾷ εἰσπλέοντι τὴν θάλασσαν μέχρι καὶ ἐς τὴν λίμνην Ἀσία κέκληται, ἀπό τε Γαδείρων καὶ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν.
1.6 Σέπτον καλοῦσι τὸ ἐκείνῃ φρούριον οἱ ἐπιχώριοι, λόφων τινῶν ἑπτὰ φαινομένων ἐνταῦθα· τὸ γὰρ σέπτον ἑπτὰ τῇ Λατίνων φωνῇ δύναται.
1.7 ἡ δὲ ἀντιπέρας αὐτῇ ξύμπασα Εὐρώπη ἐκλήθη. καὶ ὁ μὲν ταύτῃ πορθμὸς τέτταρσι καὶ ὀγδοήκοντα σταδίοις μάλιστα ἤπειρον ἑκατέραν διείργει, τὸ δὲ ἐντεῦθεν πελάγεσι μεγάλοις ἀλλήλαιν διέχετον μέχρις Ἑλλησπόντου.
1 / 94 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme