Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

22.20 καὶ εἰ μέν τις αὐτῶν ἐπιμελοῖτο, μεταξὺ ἤσθιον, τινὲς δὲ καὶ ἀπημελημένοι ἀπορίᾳ τροφῆς εὐθὺς ἔθνησκον.
22.21 οἱ μέντοι τῷ τῆς παραφροσύνης ἁλόντες κακῷ ἀγρυπνίᾳ τε καὶ φαντασίᾳ πολλῇ εἴχοντο, καί τινας ὑποπτεύοντες ἐπιέναι σφίσιν ὡς δὴ ἀπολοῦντας, ἐς ταραχήν τε καθίσταντο καὶ ἀναβοῶντες ἐξαίσιον οἷον ἐς φυγὴν ὥρμηντο.
22.22 οἵ τε αὐτοὺς θεραπεύοντες καμάτῳ ἀπαύστῳ ἐχόμενοι τὰ ἀνήκεστα ἐς ἀεὶ ἔπασχον.
22.23 διὸ δὴ ἅπαντες αὐτοὺς οὐχ ἧσσον ἢ τοὺς πονουμένους ᾠκτίζοντο, οὐχ ὅτι τῷ λοιμῷ ἐπιέζοντο ἐκ τοῦ προσιέναι ʽοὔτε γὰρ ἰατρῷ οὔτε ἰδιώτῃ μεταλαχεῖν τοῦ κακοῦ τοῦδε τῶν νοσούντων ἢ τῶν τετελευτηκότων ἁπτομένῳ ξυνέβη, ἐπεὶ πολλοὶ μὲν ἀεὶ καὶ τοὺς οὐδὲν σφίσι προσήκοντας ἢ θάπτοντες ἢ θεραπεύοντες ταύτῃ δὴ τῇ ὑπουργίᾳ παρὰ δόξαν ἀντεῖχον, πολλοὶ δὲ τῆς νόσου ἀπροφασίστως αὐτοῖς ἐπιπεσούσης εὐθὺς ἔθνησκον̓, ἀλλ’ ὅτι ταλαιπωρίᾳ πολλῇ εἴχοντο.
22.24 ἔκ τε γὰρ τῶν στρωμάτων ἐκπίπτοντας καὶ καλινδουμένους ἐς τὸ ἔδαφος ἀντικαθίστων αὖθις, καὶ ῥιπτεῖν σφᾶς αὐτοὺς ἐκ τῶν οἰκημάτων ἐφιεμένους ὠθοῦντές τε καὶ ἀνθέλκοντες ἐβιάζοντο.
22.25 ὕδωρ τε οἷς παρατύχοι, ἐμπεσεῖν ἤθελον, οὐ δὴ οὐχ ὅσον τοῦ ποτοῦ ἐπιθυμίᾳ ʽἐς γὰρ θάλασσαν οἱ πολλοὶ ὥρμηντὀ, ἀλλ’ αἴτιον ἦν μάλιστα ἡ τῶν φρενῶν νόσος.
22.26 πολὺς δὲ αὐτοῖς καὶ περὶ τὰς βρώσεις ἐγένετο πόνος. οὐ γὰρ εὐπετῶς προσίεντο ταύτας. πολλοί τε ἀπορίᾳ τοῦ θεραπεύοντος διεφθάρησαν, ἢ λιμῷ πιεζόμενοι,
22.27 ἢ ἀφ’ ὑψηλοῦ καθιέντες τὸ σῶμα. ὅσοις δὲ οὔτε κῶμα οὔτε παραφροσύνη ἐνέπεσε, τούτοις δὴ ὅ τε βουβὼν ἐσφακέλιζε καὶ αὐτοὶ ταῖς ὀδύναις οὐκέτι ἀντέχοντες ἔθνησκον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme