Book 2
22.8
οὔτε γὰρ νῆσόν τινα ἢ σπήλαιον ἢ ἀκρώρειαν ἐλίπετο ἀνθρώπους οἰκήτορας ἔχουσαν· ἢν δέ πού τινα καὶ παρήλασε χώραν, ἢ μὴ ψαύσασα τῶν ταύτῃ ἀνθρώπων ἢ ἀμωσγέπως αὐτῶν ἁψαμένη, ἀλλὰ χρόνῳ τῷ ὑστέρῳ αὖθις ἐνταῦθα ἐπανιοῦσα τῶν μὲν περιοίκων, οἷς δὴ πικρότατα ἐπέσκηψε πρότερον, οὐδαμῶς ἥψατο, τῆς δὲ χώρας ἐκείνης οὐ πρότερον ἀπέστη ἕως τὸ μέτρον ὀρθῶς καὶ δικαίως τῶν τετελευτηκότων ἀπέδωκεν, ὅπερ καὶ τοῖς ἀμφ’ αὐτὴν ᾠκημένοις χρόνῳ τῷ προτέρῳ διεφθάρθαι τετύχηκεν.
22.9
ἀρξαμένη δὲ ἀεὶ ἐκ τῆς παραλίας ἡ νόσος ἥδε, οὕτω δὴ ἐς τὴν μεσόγειον ἀνέβαινε χώραν. δευτέρῳ δὲ ἔτει ἐς Βυζάντιον μεσοῦντος τοῦ ἦρος ἀφίκετο,
22.10
ἔνθα καὶ ἐμοὶ ἐπιδημεῖν τηνικαῦτα ξυνέβη. ἐγίνετο δὲ ὧδε. φάσματα δαιμόνων πολλοῖς ἐς πᾶσαν ἀνθρώπου ἰδέαν ὤφθη, ὅσοι τε αὐτοῖς παραπίπτοιεν, παίεσθαι ᾤοντο πρὸς τοῦ ἐντυχόντος ἀνδρὸς ὅπη παρατύχοι τοῦ σώματος, ἅμα τε τὸ φάσμα τοῦτο ἑώρων καὶ τῇ νόσῳ αὐτίκα ἡλίσκοντο.
22.11
κατ’ ἀρχὰς μὲν οὖν οἱ παραπεπτωκότες ἀποτρέπεσθαι αὐτὰ ἐπειρῶντο, τῶν τε ὀνομάτων ἀποστοματίζοντες τὰ θειότατα καὶ τὰ ἄλλα ἐξοσιούμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἤνυον μέντοι τὸ παράπαν οὐδέν, ἐπεὶ κἀν τοῖς ἱεροῖς οἱ πλεῖστοι καταφεύγοντες διεφθείροντο.
22.12
ὕστερον δὲ οὐδὲ τοῖς φίλοις καλοῦσιν ἐπακούειν ἠξίουν, ἀλλὰ καθείρξαντες αὑτοὺς ἐν τοῖς δωματίοις, ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο, καίπερ ἀρασσομένων αὐτοῖς τῶν θυρῶν, δειμαίνοντες δηλονότι μὴ δαιμόνων τις ὁ καλῶν εἴη.