Book 2
21.18
Βελισάριος δὲ εὖ μὲν ἠπίστατο ὡς οὐδ’ ἂν δέκα μυριάδες ἀνδρῶν τὴν διάβασιν Χοσρόῃ ἀναχαιτίζειν ποτὲ ἱκαναὶ εἶεν· ʽὅ τε γὰρ ποταμὸς πολλαχῆ τῶν ταύτῃ χωρίων ναυσὶ διαβατὸς ὢν ἐπὶ πλεῖστον τυγχάνει, καὶ κρεῖσσον ἦν ἄλλως τὸ Περσῶν στράτευμα ἢ πρὸς πολεμίων ὀλίγων τινῶν τῆς διαβάσεως ἀποκεκλεῖσθαι·̓ τοῖς δὲ ἀμφὶ Διογένην τε καὶ Ἀδόλιον σὺν τοῖς χιλίοις ἐπέστελλε τὰ πρῶτα περιιέναι τὴν ἐκείνῃ ἀκτήν, ὅπως δὴ ἐς ταραχὴν ἀφασίᾳ τινὶ τὸν βάρβαρον καταστήσονται.
21.19
ὅνπερ δεδιξάμενος, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα εἴη ἀπαλλάσσεσθαι ἐκ τῆς Ῥωμαίων γῆς.
21.20
λόγου τέ οἱ πολλοῦ ἄξιον ἐφαίνετο εἶναι ἐξελάσαι ἐνθένδε τὸν Χοσρόου στρατόν, οὐδεμιᾷ κινδυνεύσαντι μάχῃ πρὸς μυριάδας βαρβάρων πολλὰς ξὺν στρατιώταις λίαν τε ὀλίγοις οὖσι καὶ ἀτεχνῶς κατεπτηχόσι τὸν Μήδων στρατόν. διὸ δὴ ἐκέλευε Διογένην τε καὶ Ἀδόλιον ἡσυχῆ μένειν.
21.21
Ὁ γοῦν Χοσρόης γέφυραν σὺν πολλῷ τάχει πηξάμενος, ποταμὸν Εὐφράτην ἐκ τοῦ αἰφνιδίου διέβη παντὶ τῷ στρατῷ.
21.22
Πέρσαις γὰρ πόνῳ οὐδενὶ διαβατοί εἰσι ποταμοὶ ἅπαντες, ἐπεὶ αὐτοῖς ὁδῷ ἰοῦσιν ἀγκιστροειδῆ σιδήρια ἐν παρασκευῇ ἐστιν, οἶς δὴ ξύλα μακρὰ ἐς ἄλληλα ἐναρμόζοντες γέφυραν αὐτοσχεδιάζουσιν ἐκ τοῦ παραυτίκα ὅπη ἂν σφίσι βουλομένοις εἴη.
21.23
ἐπεὶ δὲ τάχιστα γέγονεν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, πέμψας παρὰ Βελισάριον αὐτὸς μὲν Ῥωμαίοις κεχαρίσθαι τοῦ Μήδων στρατοῦ τὴν ἀναχώρησιν ἔφασκε, προσδέχεσθαι δὲ τοὺς παρ’ αὐτῶν πρέσβεις, οὓς σφίσι παρέσεσθαι οὐκ ἐς μακρὰν ἄξιον εἶναι.