Book 2
21.1
Χοσρόης δὲ μαθὼν Βελισάριον παντὶ τῷ Ῥωμαίων στρατῷ ἐστρατοπεδεῦσθαι ἐν Εὐρωπῷ, πρόσω μὲν ἐλαύνειν οὐκέτι ἔγνω, τῶν δὲ βασιλικῶν γραμματέων ἕνα, Ἀβανδάνην ὄνομα, δόξαν ἐπὶ ξυνέσει πολλὴν ἔχοντα, παρὰ Βελισάριον ἔπεμψε, τὸν στρατηγὸν ὁποῖός ποτε εἴη κατασκεψόμενον, τῷ δὲ λόγῳ μεμψόμενον ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐς Πέρσας ἥκιστα πέμψειεν, ἐφ’ ᾧ τὰ ἀμφὶ τῇ εἰρήνῃ κατὰ τὰ ξυγκείμενα πρυτανεύσωσιν. ὅπερ μαθὼν Βελισάριος ἐποίει τοιάδε.
21.2
αὐτὸς μὲν ἑξακισχιλίους ἀπολεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τὰ σώματα καλοὺς μάλιστα, μακράν που ἄποθεν τοῦ στρατοπέδου ὡς κυνηγετήσων ἐστάλη, Διογένην δὲ τὸν δορυφόρον καὶ Ἀδόλιον τὸν Ἀκακίου, ἄνδρα Ἀρμένιον γένος, βασιλεῖ μὲν ἀεὶ ἐν παλατίῳ τὰ ἐς τὴν ἡσυχίαν ὑπηρετοῦντα ʽσιλεντιαρίους Ῥωμαῖοι καλοῦσιν οἷς ἡ τιμὴ αὕτη ἐπίκειταἰ, τότε δὲ Ἀρμενίων τινῶν ἄρχοντα, τὸν ποταμὸν διαβάντας ξὺν ἱππεῦσι χιλίοις περιιέναι τὴν ἐκείνῃ ἠιόνα ἐκέλευε, δόκησιν ἀεὶ παρεχομένους τοῖς πολεμίοις ὡς, ἢν ἐθέλωσι τὸν Εὐφράτην διαβάντες ἐπὶ τὰ σφέτερα αὐτῶν ὁδῷ ἰέναι, οὐ μήποτε ἐπιτρέψουσι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.
21.3
Βελισάριος δέ, ἐπεὶ τὸν πρεσβευτὴν ἄγχιστά πη ἐπέπυστο εἶναι, καλύβην ἐκ παχειῶν τινῶν σινδόνων πηξάμενος, ἣν δὴ παπυλεῶνα καλεῖν νενομίκασιν, ἐκάθητο ἐκεῖ, ὥσπερ ἐν χωρίῳ ἐρήμῳ, παραδηλῶν ὅτι δὴ οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκοι.
21.4
τοὺς δὲ στρατιώτας διέταξεν ὧδε. τῆς μὲν καλύβης ἐφ’ ἑκάτερα Θρᾷκές τε καὶ Ἰλλυριοὶ ἦσαν, Γότθοι δὲ μετ’ αὐτούς, καὶ τούτων ἐχόμενοι Ἔρουλοι, μεθ’ οὓς Βανδίλοι τε καὶ Μαυρούσιοι ἦσαν.