Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

19.39 Σαρακηνοὶ μὲν καὶ οἱ τῶν στρατιωτῶν μαχιμώτατοι Τίγρην ποταμὸν διαβάντες, ἡμέραν οὐκ οἶδα ὁπόστην ἄνω ἐς τοῦτο τύχης ἀφίκοντο ὥστε οὐδὲ ἄγγελον πέμψαι τινὰ παρ’ ἡμᾶς ἴσχυσαν· Ῥεκίθαγγός τε καὶ Θεόκτιστος ἀποπορεύσονται, ὡς ὁρᾷς δήπουθεν, αὐτίκα δὴ μάλα τὸν Ἀλαμουνδάρου στρατὸν ἐν Φοίνιξι μέσοις εἶναι οἰόμενοι, ἄγοντά τε καὶ φέροντα ξύμπαντα τὰ ἐκείνῃ χωρία.
19.40 τῶν δὲ λειπομένων οἱ νοσοῦντές εἰσι τοσοῦτοι τὸ πλῆθος ὥστε τοὺς θεραπεύσοντάς τε καὶ κομιοῦντας ἐς Ῥωμαίων τὴν γῆν ἐλάσσους αὐτῶν παρὰ πολὺ τὸν ἀριθμὸν εἶναι.
19.41 τούτων δὲ τοιούτων ὄντων, ἤν τι ξυμβαίη πολέμιον ἢ αὐτοῦ μένουσιν ἢ ὀπίσω ἰοῦσιν ἡμῖν ἀπαντῆσαι, οὐδ’ ἄν τις ἀπαγγεῖλαι τοῖς ἐν Δάρας Ῥωμαίοις δύναιτο τὸ ξυμπεσὸν πάθος.
19.42 τὸ γὰρ ἐπίπροσθέ πη ἰέναι οὐδὲ λόγῳ οἶμαι δυνατὸν εἶναι. ἕως οὖν ἔτι λείπεταί τις ἐλπίς, τὰ ἐς τὴν ἐπάνοδον βουλεύεσθαί τε καὶ πράσσειν ξυνοίσει.
19.43 τοῖς γὰρ ἐς κίνδυνον ἄλλως τε καὶ τοιοῦτον καθεστηκόσι μὴ τὴν σωτηρίαν διασκοπεῖσθαι, ἀλλὰ τὴν ἐς
19.44 τοὺς πολεμίους ἐπιβουλὴν πολλὴ ἄνοια.” τοσαῦτα Ἰωάννης τε εἶπε καὶ οἱ λοιποὶ πάντες ἐπῄνεσαν, ἔς τε θόρυβον καθιστάμενοι τὴν ἀναχώρησιν κατὰ τάχος ποιεῖσθαι ἠξίουν.
19.45 διὸ δὴ Βελισάριος πρότερον τοὺς νοσοῦντας ἐν τοῖς ὑποζυγίοις ἐνθέμενος,
19.46 ὑπῆγεν ὀπίσω τὸ στράτευμα. ἐπειδή τε τάχιστα ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο, ἅπαντα μὲν τὰ τῷ Ἀρέθᾳ εἰργασμένα ἔγνω, δίκην μέντοι λαβεῖν οὐδεμίαν παρ’ αὐτοῦ ἴσχυσεν, ἐπεί οἱ ἐς ὄψιν οὐκέτι ἦλθεν. ἡ μὲν οὖν Ῥωμαίων ἐσβολὴ ἐς τοῦτο ἐτελεύτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme