Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

19.32 οὗπερ ἀήθεις ὄντες Ῥωμαῖοι καὶ διαφερόντως οἱ ἐκ Θρᾴκης ὁρμώμενοι, ἐν χωρίῳ ἐκτόπως αὐχμώδει καὶ καλύβαις τισὶ πνιγηραῖς ὥρᾳ θέρους δίαιταν ἔχοντες, ἐνόσησαν οὕτως ὥστε ἡμιθνῆτες τὸ τριτημόριον τοῦ στρατοῦ ἔκειντο.
19.33 ἅπας μὲν οὖν ὁ στρατὸς ἐνθένδε τε ἀπαλλάσσεσθαι καὶ ὅτι τάχιστα ἐς τὴν οἰκείαν γῆν ἐπανήκειν ἐν σπουδῇ εἶχον, μάλιστα δὲ ἁπάντων οἱ τῶν ἐν Λιβάνῳ καταλόγων ἄρχοντες, Ῥεκίθαγγός τε καὶ Θεόκτιστος, ὁρῶντες ὅτι δὴ καὶ ὁ χρόνος τὸ Σαρακηνῶν ἀνάθημα παρῴχηκεν ἤδη.
19.34 Βελισαρίῳ γοῦν συχνὰ προσιόντες ἐδέοντο σφᾶς αὐτίκα ἀφεῖναι, μαρτυρόμενοι ὡς Ἀλαμουνδάρῳ τά τε ἐπὶ Λιβάνου καὶ Συρίας χωρία ἐνδόντες κάθηνται αὐτοῦ οὐδενὶ λόγῳ.
19.35 Διὸ δὴ Βελισάριος ἅπαντας ξυγκαλέσας τοὺς ἄρχοντας βουλὴν προὔθηκεν.
19.36 οὗ δὴ ἀναστὰς πρῶτος. Ἰωάννης ὁ Νικήτου υἱὸς ἔλεξε τοιάδε “Ἄριστε Βελισάριε, στρατηγὸν μὲν οὔτε τὴν τύχην οὔτε τὴν ἀρετὴν ἐκ τοῦ παντὸς χρόνου γεγενῆσθαι τοιοῦτον οἶμαι οἶος αὐτὸς εἶ.
19.37 δόξα τε αὕτη οὐ Ῥωμαίων κεκράτηκε μόνον, ἀλλὰ καὶ βαρβάρων ἁπάντων.
19.38 ταύτην μέντοι βεβαιότατα διαφυλάξεις τὴν εὔκλειαν, ἤν γε ζῶντας ἡμᾶς ἐς Ῥωμαίων τὴν γῆν διασώσασθαι δυνατὸς εἴης· ὡς νῦν γε ἡμῖν τὰ τῆς ἐλπίδος οὐκ ἐν καλῷ κεῖται. οὑτωσὶ γάρ μοι περὶ τοῦδε τοῦ στρατοῦ σκόπει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme