Book 2
19.15
Ταῦτα εἰπὼν Βελισάριος εὖ τε λέγειν ἅπασιν ἔδοξε καὶ τὸ βούλευμα εὐθὺς ἐπετέλει. Ἀρέθαν τε ξὺν τοῖς ἑπομένοις ἐπὶ Ἀσσυρίας ἐκέλευεν ἰέναι καὶ αὐτοῖς στρατιώτας διακοσίους τε καὶ χιλίους ξυνέπεμψεν, ὧν δὴ οἱ πλεῖστοι τῶν ὑπασπιστῶν τῶν αὐτοῦ ἦσαν, δορυφόρους αὐτοῖς ἐπιστήσας δύο, Τραϊανόν τε καὶ Ἰωάννην τὸν Φαγᾶν καλούμενον, ἄμφω ἀγαθοὺς τὰ πολέμια.
19.16
καὶ αὐτοῖς μὲν Ἀρέθᾳ πειθομένοις ἅπαντα πράσσειν ἐπέστελλεν, Ἀρέθαν δὲ ἅπαντα ἐκέλευε τὰ ἐν ποσὶ ληισάμενον οὕτω τε ἐς τὸ στρατόπεδον ἐπανήκοντα ἀπαγγέλλειν σφίσιν ὁποῖά ποτε δυνάμεως πέρι τοῖς Ἀσσυρίοις τὰ πράγματα εἴη.
19.17
οἱ μὲν οὖν ἀμφὶ τὸν Ἀρέθαν Τίγρην ποταμὸν διαβάντες ἐν Ἀσσυρίοις ἐγένοντο.
19.18
οὗ δὴ χώραν τε ἀγαθὴν εὑρόντες καὶ μακροῦ χρόνου ἀδῄωτον, ταύτην τε ἀφύλακτον οὖσαν, ἐξ ἐπιδρομῆς πολλὰ ληισάμενοι τῶν ἐκείνῃ χωρίων χρήματα μεγάλα περιεβάλλοντο.
19.19
τότε δὲ Βελισάριος τῶν τινας Περσῶν ξυλλαβών, ἐνδεῖν τοῖς ἐν τῷ φρουρίῳ τὰ ἐπιτήδεια παντελῶς ἔμαθεν.
19.20
οὐ γάρ, ὥσπερ ἐν Δάρας τε καὶ Νισίβιδι πόλει, ἐν δημοσίῳ τὰς ἐπετείους τροφὰς ἀποτίθεσθαι νενομίκασιν, ἀλλὰ πολεμίων στρατοῦ ἀπροσδοκήτου σφίσιν ἐπιπεσόντος ἐσκομισάμενοί τι τῶν ἀναγκαίων οὐκ ἔφθησαν.
19.21
ἄφνω δὲ πολλῶν ἐς τὸ φρούριον καταφυγόντων, τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ, ὡς τὸ εἰκός, ἐπιέζοντο.
19.22
ἃ δὴ Βελισάριος γνοὺς Γεώργιον ἔπεμψεν, ἄνδρα ξυνετώτατόν τε καὶ τῶν ἀπορρήτων αὐτῷ κοινωνοῦντα, ἀποπειρασόμενον τῶν ἐν ταύτῃ ἀνθρώπων, εἴ πως ὁμολογίᾳ τινὶ δύναιτο τὸ χωρίον ἑλεῖν.