Book 2
19.8
πορεύεσθαι. ὅπερ καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν. ἐπίπροσθεν γὰρ ἰοῦσιν ἡμῖν ἐνθένδε τε καὶ ἐκ Νισίβιδος πόλεως ἑπόμενοι λάθρα τῶν πολεμίων τινὲς ἐν χωρίοις, ὡς τὸ εἰκός, κακουργήσουσιν ἐπιτηδείως αὐτοῖς πρὸς ἐνέδραν ἢ καὶ ἄλλην τινὰ ἐπιβουλὴν ἔχουσιν.
19.9
ἢν δέ πη καὶ ἄλλος ἀπαντήσῃ στρατὸς εἴς τε μάχην καθιστῶνται, πρὸς ἑκατέρους μὲν ἡμῖν ἀνάγκη τετάξεσθαι, πάθοιμεν δ’ ἂν οὕτω πρὸς αὐτῶν τὰ ἀνήκεστα· ἐῶ γὰρ λέγειν ὡς καὶ πταίσαντες ἐν τῇ ξυμβολῇ, ἂν οὕτω τύχοι, ἐπάνοδον ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ μηχανῇ τὸ λοιπὸν ἕξομεν.
19.10
μὴ τοίνυν ἀλογίστῳ σπουδῇ χρώμενοι ἐφ̓ ἡμᾶς αὐτοὺς ἐσκυλευκότες φαινώμεθα, μηδὲ τῷ φιλονείκῳ τὰ Ῥωμαίων πράγματα βλάψωμεν. τόλμα μὲν γὰρ ἀμαθὴς ἐς ὄλεθρον φέρει, μέλλησις δὲ σώφρων ἐς τὸ σώζειν ἀεὶ τοὺς αὐτῇ χρωμένους ἱκανῶς πέφυκεν.
19.11
ἡμεῖς μὲν οὖν ἐνταῦθα ἐγκαθεζόμενοι ἐξελεῖν πειρώμεθα τὸ φρούριον τόδε, Ἀρέθας δὲ ξὺν τοῖς ἑπομένοις ἐς τὰ ἐπὶ Ἀσσυρίας χωρία στελλέσθω.
19.12
Σαρακηνοὶ γὰρ τειχομαχεῖν μέν εἰσιν ἀδύνατοι φύσει, ἐς δὲ τὸ ληίζεσθαι πάντων μάλιστα δεξιοί.
19.13
συνεισβαλοῦσι δὲ αὐτοῖς καὶ στρατιῶται τῶν μαχίμων τινές, ὅπως αὐτοί τε, μηδενὸς μὲν ἐναντιώματος σφίσι φανέντος, τὰ ἀνήκεστα τοὺς προσπεσόντας ἐργάσωνται, ἢν δέ τι ἀπαντήσῃ πολέμιον, εὐπετῶς ἀναχωροῦντες εἰς ἡμᾶς σώζοιντο.
19.14
καὶ ἡμεῖς ἐξελόντες, ἢν θεὸς θέλῃ, τὸ φρούριον, οὕτω δὴ παντὶ τῷ στρατῷ Τίγρην ποταμὸν διαβαίνωμεν, οὐ δεδιότες μὲν τοὺς ὄπισθεν κακουργήσοντας, εὖ δὲ εἰδότες ὅπη ποτὲ τοῖς Ἀσσυρίοις τὰ πράγματα ἔχει.”