Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

18.25 ἐπισπόμενοί τε Ῥωμαῖοι ξὺν Γότθοις πεντήκοντα καὶ ἑκατὸν ἔκτειναν. δι’ ὀλίγου γὰρ τῆς διώξεως γενομένης οἱ λοιποὶ κατὰ τάχος ἐντὸς τοῦ περιβόλου ἐγένοντο.
18.26 τότε μὲν οὖν Ῥωμαῖοι ξύμπαντες ἐς τὸ Βελισαρίου στρατόπεδον ἀπεχώρησαν, οἱ δὲ Πέρσαι τῇ ἐπιγινομένῃ ἡμέρᾳ ἐν πύργῳ τινὶ ἔστησαν ἀντὶ τροπαίου τὸ Πέτρου σημεῖον, ἀλλᾶντάς τε αὐτοῦ ἀποκρεμάσαντες τοῖς πολεμίοις ξὺν γέλωτι ἐπετώθαζον, ἐπεξιέναι μέντοι οὐκέτι ἐτόλμων, ἀλλὰ τὴν πόλιν ἐν τῷ ἀσφαλεῖ διεφύλασσον.
19.1 Βελισάριός τε Νίσιβιν ὁρῶν ἐχυρὰν ὑπερφυῶς οὖσαν, ἐλπίδα αὐτῆς οὐδεμίαν ἔχων ἁλώσεως πέρι, πρόσω ἰέναι ἠπείγετο ὅπως τι ἐξ ἐπιδρομῆς τοῖς πολεμίοις λυμήνηται.
19.2 ἄρας τοίνυν παντὶ τῷ στρατῷ ἐπίπροσθεν ᾔει. ἀνύσαντές τε ἡμέρας ὁδὸν φρουρίῳ ἐνέτυχον ὃ Σισαυράνων καλοῦσι Πέρσαι.
19.3 ἐνταῦθα πλῆθός τε οἰκητόρων ἦν καὶ ἱππεῖς ὀκτακόσιοι Περσῶν ἄριστοι φυλακὴν εἶχον, οἷς ἀνὴρ δόκιμος, Βλησχάμης ὄνομα, ἐφειστήκει.
19.4 Ῥωμαῖοι δὲ ἄγχιστά πη τοῦ φρουρίου στρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, προσβολήν τε τῷ περιβόλῳ ποιησάμενοι ἀπεκρούσθησαν,
19.5 πολλοὺς τῇ μάχῃ ἀποβαλόντες. τό τε γὰρ τεῖχος ἐς ἄγαν ἐχυρὸν ἐτύγχανεν ὂν καὶ οἱ βάρβαροι καρτερώτατα ἐνθένδε τοὺς ἐπιόντας ἠμύνοντο. διὸ δὴ τοὺς ἄρχοντας ἅπαντας ξυγκαλέσας
19.6 Βελισάριος ἔλεξε τοιάδε “Ἐμπειρία πολέμων πολλῶν, ἄνδρες ἄρχοντες, δέδωκεν ἡμῖν ἐν τοῖς τῶν πραγμάτων ἀπόροις προορᾶν τε τὰ ξυμβησόμενα καὶ δυνατοῖς εἶναι πρὸ τῶν δεινῶν ἑλέσθαι τὰ κρείσσω.
19.7 ἐπίστασθε τοίνυν πηλίκον ἐστὶ κακὸν στράτευμα ἐς γῆν πολεμίαν, πολλῶν μὲν ὀχυρωμάτων, πολλῶν δὲ μαχίμων ἐν τούτοις ἀνδρῶν ὄπισθεν ἀπολελειμμένων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme