Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

18.10 ὃν ἔγωγε οἶμαι καὶ ἀποπειράσεσθαι τῆς ἡμετέρας δυνάμεως καὶ τὴν πάροδον ἡμῖν οὐδενὶ ἄλλῳ τρόπῳ ἢ μάχῃ τινὶ πρὸς ἡμῶν ἡσσηθέντα ἐνδώσειν.
18.11 εἰ μὲν οὖν ἄγχιστά που τῆς πόλεως ἡ ξυμβολὴ εἴη, οὐκ ἐκ τοῦ ἀντιπάλου ἡμῖν τε καὶ Πέρσαις ὁ ἀγὼν ἔσται.
18.12 αὐτοὶ γὰρ ἐκ τοῦ ἐχυροῦ ἐπεξιόντες εὐημερήσαντές τε, ἂν οὕτω τύχῃ, ἐπὶ πλεῖστον θαρρήσουσιν ἐπιθήσεσθαι, καὶ ἡσσηθέντες εὐπετῶς διαφεύξονται τὴν ἡμετέραν ἐπίθεσιν.
18.13 δι’ ὀλίγου γὰρ ἡμῖν ἡ δίωξις ἔσται καὶ τῇ πόλει ἐνθένδε οὐδὲν γενήσεται βλάβος, ἣν τοῖς τειχομαχοῦσιν ἀνάλωτον οὖσαν στρατιωτῶν αὐτῆς ἀμυνομένων ὁρᾶτε δήπου.
18.14 ἢν δέ γε τῶν πολεμίων ἐνταῦθα ἡμῖν ἐς χεῖρας ἰόντων κρατήσωμεν, τὴν πόλιν ἐξελεῖν πολλήν τινα, ὦ ξυνάρχοντες, ἐλπίδα ἔχω.
18.15 φεύγουσι γὰρ τοῖς ἐναντίοις πολύν τινα δρόμον ἢ ἀναμιχθέντες εἴσω πυλῶν, ὡς τὸ εἰκός, ξυνεισπεσούμεθα, ἢ προτερήσαντες αὐτοὺς μὲν ἐφ’ ἑτέρας τινὸς ἀναγκάσομεν τετράφθαι τε καὶ διαφυγεῖν χώρας, ἡμῖν δὲ αὐτοῖς Νίσιβιν τῶν ἀμυνομένων χωρὶς εὐάλωτον καταστήσομεν.”
18.16 Ταῦτα Βελισαρίου εἰπόντος οἱ μὲν ἄλλοι πάντες ἐπείθοντό τε καὶ ξὺν αὐτῷ στρατοπεδευσάμενοι ἔμενον. Πέτρος δὲ Ἰωάννην ἑταιρισάμενος, ὃς τῶν ἐν Μεσοποταμίᾳ καταλόγων ἄρχων μοῖραν οὐ φαύλην τινὰ τοῦ στρατοῦ εἶχεν, οὐκ ἄποθεν τοῦ περιβόλου, ἀλλ’ ὅσον ἀπὸ σταδίων δέκα ἐλθὼν ἡσυχῆ ἔμενε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme