Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

18.2 ἐπειδὴ δὲ τῆς ὁδοῦ κατὰ μέσον ἐγένοντο, Βελισάριος μὲν ἐν δεξιᾷ τὸ στράτευμα ἦγεν, οὗ δὴ πηγαί τε ὑδάτων διαρκεῖς ἦσαν καὶ πεδίον ἅπασιν ἐνστρατοπεδεύσασθαι ἱκανῶς ἔχον.
18.3 ἐνταῦθά τε στρατόπεδον ἐκέλευε ποιεῖσθαι ὅσον ἀπὸ σταδίων δύο καὶ τεσσαράκοντα Νισίβιδος πόλεως.
18.4 οἱ δὲ ἄλλοι ξύμπαντες ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, ὅτι δὴ οὐκ ἄγχιστά πη ἐθέλοι τοῦ περιβόλου στρατοπεδεύεσθαι, τινὲς δὲ ὡς ἥκιστά οἱ ἕπεσθαι ἤθελον.
18.5 διὸ δὴ Βελισάριος τῶν ἀρχόντων τοῖς ἀμφ’ αὐτὸν οὖσιν ἔλεξεν ὧδε “Ἐμοὶ μὲν οὐκ ἦν βουλομένῳ ἐς ἅπαντας ὅσα γινώσκω ἐξενεγκεῖν. λόγος γὰρ ἐν στρατοπέδῳ περιφερόμενος οὐκ οἶδε τηρεῖν τὰ ἀπόρρητα, ἐπεὶ κατὰ βραχὺ προϊὼν μέχρι καὶ ἐς τοὺς πολεμίους ἐκφέρεται.
18.6 ὁρῶν δὲ τούς τε πολλοὺς ὑμῶν ἀταξίᾳ πολλῇ εἴκοντας καὶ αὐτὸν ἕκαστον αὐτοκράτορα τοῦ πολέμου ἐθέλοντα εἶναι, λέξω τανῦν ἐν ὑμῖν ὅσα χρῆν σιωπᾶν, ἐκεῖνο μέντοι πρότερον ὑπειπών, ὡς πολλῶν ἐν στρατιᾷ γνώμῃ αὐτονόμῳ χρωμένων γενέσθαι τι τῶν δεόντων ἀδύνατον.
18.7 οἶμαι τοίνυν Χοσρόην ἐφ’ ἑτέρους ἰόντα βαρβάρους ὡς ἥκιστα φυλακῆς τινος αὐτάρκους χωρὶς τὴν οἰκείαν ἀπολιπεῖν γῆν, ἄλλως τε καὶ τήνδε τὴν πόλιν, ἣ πρώτη τε τυγχάνει οὖσα καὶ πάσης τῆς ἐκείνου γῆς προβεβλημένη.
18.8 ἐν ᾗ στρατιώτας εὖ οἶδα ὅτι τοσούτους τε τὸ πλῆθος καὶ τοιούτους τὴν ἀρετὴν κατεστήσατο ὥστε ἱκανοὺς εἶναι ταῖς παρ’ ἡμῶν ἐφόδοις ἐμποδὼν στήσεσθαι. καὶ τὸ παράδειγμα ἐγγύθεν ὑμῖν.
18.9 Ναβέδην γὰρ στρατηγὸν τούτοις ἐπέστησεν, ὃς δὴ μετά γε τὸν Χοσρόην αὐτὸν δόξῃ τε καὶ τῷ ἄλλῳ ἀξιώματι πρῶτος ἐν Πέρσαις εἶναι δοκεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme