Book 2
17.5
γνοὺς δὲ Ἰωάννης τὴν ἔφοδον οὔτε τοῦ περιβόλου τινὰ ἔξω γενέσθαι οὔτε ἀπὸ τῶν ἐπάλξεων φανῆναι τοῖς πολεμίοις ἐκέλευσεν, ἀλλὰ πᾶν ἐξοπλίσας τὸ στράτευμα πλησίον που τῶν πυλῶν ἔστησεν, ἐπιστείλας σιγῇ ἔχεσθαι, μήτε ἦχον μήτε φωνὴν ἀφιέντας τινά.
17.6
οἱ γοῦν Πέρσαι ἄγχιστά που τοῦ περιβόλου γενόμενοι, ἐπεὶ οὐδὲν σφίσι πολέμιον οὔτε καθεωρᾶτο οὔτ’ ἠκούετο, ἔρημον ἀνδρῶν εἶναι τὴν πόλιν, Ῥωμαίων αὐτὴν ἐκλελοιπότων, ἐνόμιζον.
17.7
διὸ δὴ ἔτι μᾶλλον ἀμφὶ τὸν περίβολον ἦλθον, ὡς κλίμακας εὐθύς, ἅτε οὐδενὸς ἀμυνομένου,
17.8
ἐπιθήσοντες. πολέμιόν τε οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες, πέμψαντες παρὰ Χοσροην τὰ παρόντα σφίσιν ἐδήλουν.
17.9
καὶ ὃς τὸ μὲν πλεῖστον τοῦ στρατοῦ πέμψας πανταχόθεν ἀποπειρᾶσθαι τοῦ περιβόλου ἐκέλευε, κριῷ τε τῇ μηχανῇ ἀμφὶ τᾶς πύλας χρῆσθαι τῶν τινι ἀρχόντων ἐπέστελλεν, ἐν δὲ τῷ λόφῳ καθήμενος ὃς δὴ τῇ πολει ὡς ἀγχοτάτω ἐπίκειται, θεατὴς τῶν πρασσομένων ἐγίνετο.
17.10
αὐτίκα δὲ Ῥωμαῖοι τάς τε πύλας ἀνέκλινον ἐκ τοῦ αἰφνιδίου καὶ ἀπροσδόκητοι ἐπιπεσόντες πλείστους τῶν πολεμίων διέφθειραν, καὶ μάλιστα τοὺς ἀμφὶ τὸν κριὸν τεταγμένους· οἱ δὲ λοιποὶ μόλις ξὺν τῷ στρατηγῷ διαφυγόντες ἐσώθησαν.
17.11
θυμῷ τε ὁ Χοσρόης ἐχόμενος Ἀνιαβέδην ἀνεσκολόπισεν, ἅτε καταστρατηγηθέντα πρὸς τοῦ Ἰωάννου, καπήλου τε καὶ ἀπολέμου τὸ παράπαν ἀνδρός.
17.12
τινὲς δὲ οὐκ Ἀνιαβέδην, ἀλλὰ τὸν ἄρχοντα ὃς δὴ ἐφειστήκει τοῖς τὸν κριὸν ἐνεργοῦσιν, ἀνασκολοπισθῆναί φασιν.
17.13
αὐτὸς δὲ ἄρας παντὶ τῷ στρατῷ ἄγχιστά τε τοῦ Πέτρας περιβόλου ἀφίκετο καὶ στρατοπεδευσάμενος ἐς πολιορκίαν καθίστατο.