Book 2
16.18
Βελισάριος δὲ τὼ ἄνδρε τούτω ὡς ἥκιστα ἀληθῆ οἴεσθαι ἔλεγε. τοῦ γὰρ καιροῦ τροπὰς θερινὰς εἶναι. ταύτης δὲ τῆς ὥρας δύο μάλιστα μῆνας ἀνάθημα τῷ σφετέρῳ θεῷ Σαρακηνοὺς ἐς ἀεὶ φέροντας ἐν ταύτῃ ἐπιδρομῇ τινι οὔποτε χρῆσθαι ἐς γῆν ἀλλοτρίαν.
16.19
διὸ δὴ ἑξήκοντα ἡμερῶν ὁμολογήσας ξὺν τοῖς ἑπομένοις ἄμφω ἀφήσειν, ἐκέλευε καὶ αὐτοὺς ξὺν τῷ ἄλλῳ στρατῷ ἕπεσθαι. Βελισάριος μὲν οὖν τὰ ἐς τὴν ἐσβολὴν σπουδῇ πολλῇ ἐξηρτύετο.
17.1
Χοσρόης δὲ καὶ ὁ Μήδων στρατός, ἐπειδὴ τὴν Ἰβηρίαν ἀμείψαντες ἐν τοῖς τῆς Λαζικῆς ὁρίοις, τῶν πρέσβεων σφίσιν ἡγουμένων, ἐγένοντο, τὰ δένδρα οὐδενὸς ἀντιστατοῦντος ἐκτέμνοντες, ἅπερ ἐνταῦθα συχνά τε καὶ δεινῶς ἀμφιλαφῆ τε καὶ ὑψηλὰ ἐν χωρίοις κρημνώδεσιν ὄντα παντάπασιν ἄβατον τῇ στρατιᾷ τὴν χώραν ἐποίει, ταῦτά τε ἐς τὰς δυσχωρίας ἐρρίπτουν καὶ ὅλως εὐπετῆ τὴν ὁδὸν ἀπειργάζοντο.
17.2
ἀφικομένοις τε αὐτοῖς ἐς μέσην Κολχίδα ʽοὗ δὴ τά τε ἀμφὶ Μήδειαν καὶ Ἰάσονα οἱ ποιηταὶ γεγενῆσθαι μυθολογοῦσιν’ ἐλθὼν Γουβάζης, ὁ Λαζῶν βασιλεύς, προσεκύνησεν ἅτε δεσπότην Χοσρόην τὸν Καβάδου, αὑτόν τέ οἱ ξὺν τοῖς βασιλείοις καὶ Λαζικὴν ἐνδιδοὺς ἅπασαν.
17.3
Ἔστι δὲ Πέτρα πόλις ἐπιθαλασσία ἐν Κόλχοις, πρὸς τῷ Εὐξείνῳ καλουμένῳ πόντῳ, ἣν δὴ φαῦλόν τι χωρίον τὰ πρότερα οὖσαν Ἰουστινιανὸς βασιλεὺς τῷ τε περιβόλῳ καὶ τῇ ἄλλῃ κατασκευῇ ἐχυράν τε καὶ ἄλλως ἐπιφανῆ κατεστήσατο.
17.4
ἐνταῦθα τὸ Ῥωμαίων στράτευμα εἶναι ξὺν τῷ Ἰωάννῃ μαθὼν ὁ Χοσρόης στρατιάν τε καὶ στρατηγὸν Ἀνιαβέδην ὡς αὐτοβοεὶ ἐξελοῦντας ἐπ’ αὐτοὺς ἔπεμψε.