Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

15.16 χρόνῳ δὲ ὕστερον τοῖς ἡμετέροις προγόνοις τετύχηκεν εἴτε παρ’ ὑμῶν ἀμεληθεῖσιν εἴτε ἄλλου του ἕνεκα ʽοὐ γὰρ ἔχομέν τι σαφὲς περὶ τούτων εἰδέναἰ Ῥωμαίοις ἐνσπόνδοις γενέσθαι.
15.17 καὶ νῦν ἡμεῖς τε καὶ ὁ Λαζικῆς βασιλεὺς δίδομεν Πέρσαις ἡμᾶς τε αὐτοὺς καὶ γῆν τὴν ἡμετέραν ὅ τι βούλοισθε χρῆσθαι.
15.18 δεόμεθα δὲ ὑμῶν οὑτωσὶ σκοπεῖσθαι περὶ ἡμῶν· εἰ μὲν οὐδὲν πρὸς Ῥωμαίων πεπονθότες δεινόν, ἀλλ’ ἀγνωμοσύνῃ ἐχόμενοι κεχωρήκαμεν εἰς ὑμᾶς, τήνδε ἡμῶν εὐθὺς ἀποσείσασθε τὴν ἱκετείαν, οὐδὲ ὑμῖν ποτε πιστοὺς ἔσεσθαι Κόλχους οἰόμενοι ʽφιλίας γὰρ διαλελυμένης ὁ τρόπος τῆς μετ’ ἐκείνην πρὸς ἑτέρους καθισταμένης ἔλεγχος γίγνεταἰ·
15.19 εἰ δὲ λόγῳ μὲν φίλοι Ῥωμαίων, ἔργῳ δὲ ἀνδράποδα γεγονότες πιστά, ἔργα πεπόνθαμεν πρὸς τῶν ἐφ’ ἡμῖν τετυραννηκότων ἀνόσια, δέξασθε μὲν ἡμᾶς τοὺς πρόσθε ξυμμάχους, κτήσασθε δὲ δούλους οἷς φίλοις ἐχρῆσθε, μισήσατε δὲ τυραννίδα πικρὰν οὕτως ἡμῖν ἐν γειτόνων ἐγηγερμένην, τῆς δικαιοσύνης ἄξια πράσσοντες ἣν περιστέλλειν ἀεὶ πάτριον Πέρσαις.
15.20 οὐ γὰρ ὁ μηδὲν αὐτὸς ἀδικῶν δίκαιος, εἰ μὴ καὶ τοὺς ὑφ’ ἑτέρων ἀδικουμένους ἔχων ἐν ἐξουσίᾳ ῥύεσθαι πέφυκεν.
15.21 ἔνια δὲ εἰπεῖν ὧν τετολμήκασιν οἱ κατάρατοι Ῥωμαῖοι καθ’ ἡμῶν ἄξιον. τῷ μὲν γὰρ ἡμετέρῳ βασιλεῖ τὸ σχῆμα μόνον τῆς βασιλείας ἀπολιπόντες, αὐτοὶ τὴν ἐξουσίαν ἐπὶ τῶν ἔργων ἀφῄρηνται, καὶ κάθηται βασιλεὺς ἐν ὑπηρέτου μοίρα, τὸν ἐπιτάττοντα στρατηγὸν δεδιώς·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme