Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

15.5 αὐτοὶ μὲν γὰρ οὔτε ἅλας οὔτε σῖτον οὔτε ἄλλο τι ἀγαθὸν ἔχουσι, δέρρεις δὲ καὶ βύρσας καὶ ἀνδράποδα παρεχόμενοι τὰ σφίσιν ἐπιτήδεια ἐκομίζοντο.
15.6 ἐπειδὴ δὲ τὰ ἀμφὶ Γουργένει τῷ Ἰβήρων βασιλεῖ γενέσθαι ξυνέπεσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, στρατιῶται Ῥωμαίων ἐπιχωριάζειν Λαζοῖς ἤρξαντο, οἷς δὴ οἱ βάρβαροι οὗτοι ἤχθοντο, καὶ πάντων μάλιστα Πέτρῳ τῷ στρατηγῷ, ἐπηρεάζειν τοῖς ἐντυγχάνουσιν εὐπετῶς ἔχοντι.
15.7 ὁ δὲ Πέτρος οὗτος ὥρμητο μὲν ἐξ Ἀρζανηνῆς, ἣ ἐκτὸς Νυμφίου ποταμοῦ ἐστι, Περσῶν κατήκοος ἐκ παλαιοῦ οὖσα, πρὸς Ἰουστίνου δὲ βασιλέως ἔτι παῖς ὢν ἠνδραπόδιστο, ἡνίκα Ἰουστῖνος μετὰ τὴν Ἀμίδης ἅλωσιν ξὺν τῷ Κέλερος στρατῷ ἐσέβαλλεν ἐς τὴν Περσῶν γῆν. φιλανθρωπίᾳ δὲ πολλῇ χρωμένου τοῦ κεκτημένου ἐς αὐτὸν ἐς γραμματιστοῦ ἐφοίτησε.
15.8 καὶ τὰ μὲν πρῶτα Ἰουστίνου γραμματεὺς γέγονεν, ἐπεὶ δὲ Ἀναστασίου τετελευτηκότος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβε Ῥωμαίων, ὁ Πέτρος στρατηγὸς γεγονὼς ἔς τε φιλοχρηματίαν εἴπερ τις ἄλλος ἐξώκειλε καὶ ἀβελτερίᾳ πολλῇ ἐς ἅπαντας ἐχρῆτο.
15.9 Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς ἄλλους τε ἐς Λαζικὴν ἄρχοντας ἔπεμψε καὶ Ἰωάννην ὃν Τζίβον ἐκάλουν, ἄνδρα ἐξ ἀφανῶν μὲν καὶ ἀδόξων ἀρχὴν γεγονότα, ἐς στρατηγίαν δὲ ἀναβεβηκότα κατ’ ἄλλο οὐδὲν ἢ ὅτι πονηρότατός τε ἦν ἀνθρώπων ἁπάντων καὶ πόρους χρημάτων ἀδίκους ἱκανώτατος ἐξευρεῖν. ὃς δὴ ἅπαντα ἔσφηλέ τε καὶ συνετάραξε τὰ Ῥωμαίων τε καὶ Λαζῶν πράγματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme