Book 2
3.7
τά τε γὰρ χρήματα ἐληίζετο οὐδενὶ λόγῳ καὶ φόρου αὐτοῖς ἀπαγωγὴν οὔποτε οὖσαν ἐς κεντηνάρια τέσσαρα ἔταξεν. Ἀρμένιοι δέ ʽφέρειν γὰρ οὐκέτι αὐτὸν οἷοί τε ἦσαν’ κτείνουσι τε ξυμφρονήσαντες τὸν Ἀκάκιον καὶ ἐς τὸ Φαράγγιον καταφεύγουσι.
3.8
Διὸ δὴ Σίτταν ἐπ’ αὐτοὺς ἐκ Βυζαντίου βασιλεὺς ἔπεμψεν. ἐνταῦθα γὰρ ὁ Σίττας διέτριβεν, ἐπειδὴ Ῥωμαίοις ἐγένοντο αἱ πρὸς Πέρσας σπονδαί.
3.9
ὃς δὴ ἐς Ἀρμενίους ἐλθὼν τὰ μὲν πρῶτα ἐς τὸν πόλεμον ὀκνηρῶς ᾔει, τιθασσεύειν μέντοι καὶ ἐπὶ τὰ πρότερα ἤθη ἀντικαθιστάναι τοὺς ἀνθρώπους ἠπείγετο, πείθειν βασιλέα ὑποσχόμενος ἀφεῖναι αὐτοῖς τὴν καινὴν τοῦ φόρου ἀπαγωγήν.
3.10
ἐπεὶ δὲ αὐτὸν βασιλεὺς τῆς μελλήσεως πολλὰ ὀνειδίζων ἐκάκιζεν, ἠγμένος ταῖς Ἀδολίου διαβολαῖς τοῦ Ἀκακίου παιδός, ἐνταῦθα ἤδη ὁ Σίττας τὰ ἐς τὴν ξυμβολὴν ἐξηρτύετο.
3.11
πρῶτον μὲν οὖν ὑποσχέσεσι πολλῶν ἀγαθῶν ἀναπείθειν τε καὶ ἑταιρίζεσθαι αὐτῶν τινας ἐνεχείρησεν, ὅπως αὐτῷ ῥᾴων τε καὶ ἀπονωτέρα ἡ ἐς τοὺς λοιποὺς ἐπικράτησις γένοιτο.
3.12
καί οἱ τὸ τῶν Ἀσπετιανῶν καλουμένων γένος, μέγα τε ὂν καὶ πολυάνθρωπον,
3.13
προσχωρεῖν ἤθελε. πέμψαντές τε παρὰ τὸν Σίτταν ἐν γράμμασιν ἐδέοντο διδόναι τὰ πιστὰ σφίσιν, ὅτι δή, ἢν ἐν τῷ ἔργῳ τοὺς ὁμογενεῖς ἀπολιπόντες ἥξωσιν ἐς τὴν Ῥωμαίων παράταξιν, κακῶν παντάπασιν ἀπαθεῖς μείνωσι, τὰ σφέτερα αὐτῶν ἔχοντες.
3.14
ὁ δὲ αὐτοῖς ἄσμενός τε γράψας ἐν βιβλιδίῳ καθάπερ ἐδέοντο τὰ πιστὰ ἔδωκε, καὶ τὸ γράμμα κατασημηνάμενος ἐς αὐτοὺς ἔπεμψε.
3.15
θαρσῶν τε ὡς δι’ αὐτῶν ἀμαχητὶ τοῦ πολέμου κρατήσει, τῷ παντὶ στρατῷ ἐς χωρίον Οἰνοχαλάκων ᾔει, ἔνθα τοὺς Ἀρμενίους ἐστρατοπεδεῦσθαι ξυνέβαινε.