Book 2
14.3
ἔτι μέντοι καὶ δημοσίᾳ τοὺς Ἀντιοχέας τούτους ἐπιμελεστέρως ἢ κατὰ αἰχμαλώτους ἐσίτιζεν ἐς πάντα τὸν χρόνον, καὶ βασιλικοὺς καλεῖσθαι ἠξίου, ὥστε τῶν ἀρχόντων οὐδενὶ ὑποχειρίους εἶναι ἢ βασιλεῖ μόνῳ.
14.4
εἰ δέ τις καὶ τῶν ἄλλων Ῥωμαίων δραπέτης γεγονὼς ἐς Ἀντιόχειαν τὴν Χοσρόου διαφυγεῖν ἴσχυσε, καί τις αὐτὸν ξυγγενῆ τῶν ταύτῃ ᾠκημένων ἐκάλεσεν, οὐκέτι ἐξῆν τῷ κεκτημένῳ τὸν αἰχμάλωτον τοῦτον ἀπάγειν, οὐδ’ ἤν τις τῶν λίαν ἐν Πέρσαις δοκίμων ὁ τὸν ἄνθρωπον ἐξανδραποδίσας τυγχάνοι.
14.5
Ἀντιοχεῦσι μέντοι τὸ ξυμβὰν ἐπὶ Ἀναστασίου βασιλεύοντος τέρας ἐς τοῦτο ἀποβὰν ἐτελεύτησε. τότε γὰρ ἀνέμου σκληροῦ Δάφνῃ τῷ προαστείῳ ἐκ τοῦ αἰφνιδίου ἐπιπεσόντος, τῶν κυπαρίσσων αἳ ταύτῃ ὑψηλαὶ ἀτεχνῶς ἦσαν ἐκ ῥιζῶν τῶν ἐσχάτων ἀνατραπεῖσαι εἰς τὴν γῆν ἔπεσον, ἅσπερ ὁ νόμος ἐκτέμνεσθαι οὐδαμῆ εἴα.
14.6
ὀλίγῳ μὲν οὖν ὕστερον, ἡνίκα Ἰουστῖνος Ῥωμαίων ἦρχε, σεισμός τις ἐπιγενόμενος ἐξαίσιος λίαν τήν τε πόλιν κατέσεισε πᾶσαν καὶ τῶν οἰκοδομημάτων τά τε πλεῖστα καὶ κάλλιστα ἐς τὸ ἔδαφος εὐθὺς ἤνεγκε, καὶ λέγονται τότε τριάκοντα μυριάδες Ἀντιοχέων ἀπολωλέναι.
14.7
ἐν ταύτῃ δὲ τῇ ἁλώσει ξύμπασα ἡ πόλις, ὥσπερ μοι ἐρρήθη, διέφθαρται. τὸ μὲν οὖν Ἀντιοχέων πάθος τῇδε ἐχώρησε.
14.8
Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον ἐξ Ἰταλίας μετάπεμπτος ἦλθε, καὶ αὐτὸν διαχειμάσαντα ἐν Βυζαντίῳ στρατηγὸν ἐπί τε Χοσρόην καὶ Πέρσας ἅμα ἦρι ἀρχομένῳ βασιλεὺς ἔπεμψεν ἄρχοντάς τε τοὺς ἐξ Ἰταλίας ξὺν αὐτῷ ἥκοντας, ὧν δὴ ἕνα Βαλεριανὸν ἡγεῖσθαι τῶν ἐν Ἀρμενίοις καταλόγων ἐκέλευε.
14.9
Μαρτῖνος γὰρ ἔτυχεν εὐθὺς εἰς τὴν ἑῴαν σταλείς, καὶ διὰ τοῦτο Χοσρόης αὐτόν,