Book 2
11.24
Ὁ δὲ Χοσρόης ἄνδρας τῶν ἐν Πέρσαις ἀρίστων διακοσίους ἀπολεξάμενος ἐς τὴν πόλιν εἰσήλασεν. ἐπεὶ δὲ γέγονεν εἴσω πυλῶν, ἐπελάθετο ἑκών γε εἶναι τῶν αὐτῷ τε καὶ τοῖς πρέσβεσι ξυγκειμένων, καὶ τὸν ἐπίσκοπον ἐκέλευε δοῦναι οὐ χίλια μόνον ἀργύρου σταθμὰ οὐδὲ τούτων δεκαπλάσια, ἀλλὰ καὶ τὰ κειμήλια ὅσα δὴ ἐνταῦθα ἔτυχε κείμενα, χρυσᾶ τε καὶ ἀργυρᾶ ξύμπαντα, μεγάλα ὑπερφυῶς ὄντα.
11.25
οἶμαι δ’ ἂν αὐτὸν καὶ τὴν πόλιν ὅλην ἀνδραποδίσασθαί τε καὶ ληίσασθαι οὐκ ἂν ἀποκνῆσαι, εἰ μή τι θεῖον αὐτὸν ἐκ τοῦ ἐμφανοῦς διεκώλυσεν.
11.26
οὕτως αὐτὸν ἥ τε φιλοχρηματία ἐξέπλησσε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν ἡ τῆς δόξης ἐπιθυμία.
11.27
κλέος γάρ οἱ μέγα τοὺς τῶν πόλεων ἀνδραποδισμοὺς ᾤετο εἶναι, οὐδὲν τὸ παράπαν ποιούμενος εἰ σπονδάς τε καὶ ξυνθήκας ἠλογηκὼς τὰ τοιαῦτα ἐς τοὺς Ῥωμαίους ἐργάζεται.
11.28
ταύτην τε Χοσρόου δηλώσει τὴν γνώμην ἅ τε ἀμφὶ πόλιν Δάρας ἐν ταύτῃ δὴ ἐνεχείρησε τῇ ἀποπορείᾳ, ἐν πάσῃ ἀλογίᾳ ποιησάμενος τὰ ξυγκείμενα, καὶ ἃ Καλλινικησίους ὀλίγῳ ὕστερον ἐν σπονδαῖς ἔδρασεν, ἅπερ μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις. ἀλλ’ ὁ θεός, ὥσπερ εἴρηται,
11.29
Ἀπάμειαν διεσώσατο. ἐπεὶ δὲ τὰ κειμήλια ὁ Χοσρόης ξύμπαντα εἷλε καὶ αὐτὸν μεθύοντα ἤδη τῇ τῶν χρημάτων ἀφθονίᾳ ὁ Θωμᾶς εἶδε, τὸ τοῦ σταυροῦ ξύλον ξὺν τῇ θήκῃ ἐξενεγκὼν ἀνέῳγέ τε τὴν θήκην καὶ τὸ ξύλον ἐνδεικνύμενος “Ὦ κράτιστε βασιλεῦ” ἔφη “ταῦτά μοι ἀπολέλειπται μόνα ἐκ πάντων χρημάτων.