Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

10.6 Ἡ μὲν οὖν ἐκκλησία καθαιρεθείσης τῆς πόλεως ἐλείφθη μόνη, πόνῳ τε καὶ προνοίᾳ Περσῶν οἷς τὸ ἔργον ἐπέκειτο τοῦτο.
10.7 ἐλείφθησαν δὲ καὶ ἀμφὶ τὸ λεγόμενον Κεραταῖον οἰκίαι πολλαί, οὐκ ἐκ προνοίας ἀνθρώπων τινός, ἀλλ’ ἐπεὶ ἔκειντό που πρὸς ἐσχάτοις τῆς πόλεως, ἑτέρας αὐταῖς οὐδεμιᾶς τινος οἰκοδομίας ξυναπτομένης, τὸ πῦρ ἐς αὐτὰς ἐξικνεῖσθαι οὐδαμῆ ἴσχυσεν.
10.8 ἐνέπρησάν τε καὶ τὰ ἐκτὸς τοῦ περιβόλου οἱ βάρβαροι, πλὴν τοῦ ἱεροῦ ὅπερ Ἰουλιανῷ ἀνεῖται ἁγίῳ, καὶ τῶν οἰκιῶν αἳ δὴ ἀμφὶ τὸ ἱερὸν τοῦτο τυγχάνουσιν οὖσαι.
10.9 τοὺς γὰρ πρέσβεις ἐνταῦθα καταλῦσαι ξυνέπεσε. τοῦ μέντοι περιβόλου παντάπασιν ἀπέσχοντο Πέρσαι.
10.10 Ὀλίγῳ δὲ ὕστερον ἥκοντες αὖθις παρὰ τὸν Χοσρόην οἱ πρέσβεις ἔλεξαν ὧδε, “Εἰ μὴ πρὸς παρόντα σέ, ὦ βασιλεῦ, οἱ λόγοι ἐγίνοντο, οὐκ ἄν ποτε ᾠόμεθα Χοσρόην τὸν Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν, ἀτιμάσαντα μὲν τοὺς διομωμοσμένους σοι ἔναγχος ὅρκους, ὃ τῶν ἐν ἀνθρώποις ἁπάντων ὕστατόν τε καὶ ὀχυρώτατον εἶναι δοκεῖ τῆς ἐς ἀλλήλους πίστεώς τε καὶ ἀληθείας ἐνέχυρον, διαλύσαντα δὲ τὰς σπονδάς, ὧν ἡ ἐλπὶς ἀπολέλειπται μόνη τοῖς διὰ τὴν ἐν πολέμῳ κακοπραγίαν οὐκ ἐν τῷ ἀσφαλεῖ βιοτεύουσιν.
10.11 οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτον εἴποι τις ἂν εἶναι ἢ τῶν ἀνθρώπων τὴν δίαιταν ἐς τὴν τῶν θηρίων μεταβεβλῆσθαι.
10.12 ἐν γὰρ τῷ μηδαμῆ σπένδεσθαι τὸ πολεμεῖν ἀπέραντα λελείψεται πάντως, πόλεμος δὲ ὁ πέρας οὐκ ἔχων ἐξοικίζειν τῆς φύσεως τοὺς αὐτῷ χρωμένους ἐς ἀεὶ πέφυκε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme