Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

2.7 εἶτα ʽοὐδὲ γὰρ Πέρσαις κατὰ μόνας ἐγχειρεῖν ἴσχυεν οὐδὲ Περσῶν οἱ ἀντιστατούντων οἷός τε ἦν ἐπ’ ἄλλους ἰέναἰ σὲ μὲν τῷ τῆς εἰρήνης παραπετάσματι ἐξαπατᾶν ἔγνω, τοὺς δὲ λοιποὺς βιαζόμενος μεγάλας δυνάμεις ἐπὶ τῇ σῇ ἀρχῇ ἑταιρίζεσθαι.
2.8 Βανδίλων μὲν οὖν ἤδη καθελὼν τὴν βασιλείαν καὶ Μαυρουσίους καταστρεψάμενος, Γότθων αὐτῷ φιλίας ὀνόματι ἐκποδὼν ἱσταμένων, χρήματά τε μεγάλα καὶ σώματα πολλὰ ἐπαγόμενος ἐφ’ ἡμᾶς ἥκει.
2.9 ἔνδηλος δέ ἐστιν, ἢν καὶ Γότθους παντάπασιν ἐξελεῖν δύνηται, ὡς ξὺν ἡμῖν τε καὶ τοῖς ἤδη δεδουλωμένοις ἐπὶ Πέρσας στρατεύσει, οὔτε τὸ τῆς φιλίας ἐννοῶν ὄνομα οὔτε τι τῶν ὀμωμοσμένων ἐρυθριῶν.
2.10 ἕως οὖν ἔτι σοι λείπεταί τις σωτηρίας ἐλπίς, μήτε ἡμᾶς ἐργάσῃ κακὸν περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς, ἀλλ’ ὅρα μὲν ἐν τοῖς ἡμετέροις κακοῖς ὅσα ὀλίγῳ ὕστερον ξυμβήσεται Πέρσαις, ἐνθυμοῦ δὲ ὡς Ῥωμαῖοι τῇ σῇ βασιλείᾳ εὖνοι μὲν οὐκ ἄν ποτε εἶεν, δυνάμει δὲ κρείσσους γενόμενοι οὐδὲν μελλήσουσι τὸ ἐς Πέρσας ἔχθος ἐνδείκνυσθαι.
2.11 ἐν δέοντι τοίνυν τῇ ἐξουσίᾳ χρῆσαι, μὴ παυσαμένην ἐπιζητήσῃς. λωφήσασα γὰρ ἡ τῶν καιρῶν ἀκμὴ ἐπανιέναι οὐδαμῶς πέφυκεν. ἄμεινον δὲ προτερήσαντα ἐν τῷ ἀσφαλεῖ εἶναι ἢ τῶν καιρῶν ὑστερηκότα τὰ πάντων αἰσχρότατα πρὸς τῶν πολεμίων παθεῖν.”
2.12 Ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, εὖ τέ οἱ παραινεῖν Οὐίττιγις ἔδοξε καὶ λύειν τὰς σπονδὰς ἔτι μᾶλλον ἐν σπουδῇ εἶχε. φθόνῳ γὰρ ἐς Ἰουστινιανὸν βασιλέα ἐχόμενος, λογίζεσθαι ὡς ἥκιστα ἔγνω ὅτι δὴ πρὸς ἀνδρῶν Ἰουστινιανῷ βασιλεῖ δυσμενῶν μάλιστα οἱ λόγοι ἐς αὐτὸν γένοιντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme