Book 2
9.2
καὶ δι’ αὐτὸ οὐδὲ τὸ γελᾶν ἄκλαυστον ἔχομεν, παραπέπηγε δέ τις ἀεὶ τοῖς μὲν εὐτυχήμασι συμφορά, ταῖς δὲ ἡδοναῖς λύπη, οὐκ ἐῶσαί τινα γνησίας ποτὲ τῆς δεδομένης εὐημερίας ἀπόνασθαι.
9.3
πόλιν γὰρ τήνδε, ἀξιολογωτάτην ἐς τὰ μάλιστα λεγομένην τε καὶ οὖσαν ἐν γῇ τῇ Ῥωμαίων, ἀπονώτατα μὲν ἑλεῖν ἴσχυσα, τοῦ θεοῦ αὐτοσχεδιάσαντος ἡμῖν, ὡς ὁρᾶτε δήπου, τὴν νίκην.
9.4
φόνον μέντοι ἀνθρώπων ὁρῶντί μοι τοσούτων τὸ πλῆθος, αἵματί τε πολλῷ βεβαπτισμένον τὸ τρόπαιον, οὐδεμία τῆς ἀπὸ τῆς πράξεως ἡδονῆς γέγονεν αἴσθησις.
9.5
καὶ τῶνδε οἱ ταλαίπωροι Ἀντιοχεῖς αἴτιοι, οἵ γε τειχομαχοῦντας μὲν οὐχ οἷοί τε γεγόνασι Πέρσας ἀπώσασθαι, πρὸς δὲ νενικηκότας ἤδη καὶ αὐτοβοεὶ τὴν πόλιν ἑλόντας θράσει θανατῶντες ἀλογίστῳ ζυγομαχεῖν ἔγνωσαν.
9.6
πάντες μὲν οὖν οἱ Περσῶν δόκιμοι πολλὰ ἐνοχλοῦντες σαγηνεῦσαί τέ με τὴν πόλιν ἠξίουν καὶ ξύμπαντας διαφθεῖραι τοὺς ἡλωκότας, ἐγὼ δὲ τοὺς φεύγοντας ἐκέλευον εἰς τὴν ὑπαγωγὴν ἔτι μᾶλλον ὁρμᾶν, ὅπως ὅτι τάχιστα σώζοιντο. τὸ γὰρ ἐπεμβαίνειν τοῖς ἡλωκόσιν οὐχ
9.7
ὅσιον.” τοσαῦτα μὲν ὁ Χοσρόης τερατευόμενός τε καὶ διαθρυπτόμενος τοῖς πρέσβεσιν εἶπεν, οὐκ ἔλαθε μέντοι αὐτοὺς ὅτου ἕνεκα τὸν καιρὸν φεύγουσι τοῖς Ῥωμαίοις ἐνδοίη.