Book 2
8.17
τοῦ μὲν οὖν δήμου νεανίαι πολλοὶ ὅσοι τὰ πρότερα πρός γε ἀλλήλους στασιάζειν ἐν τοῖς ἱπποδρομίοις εἰώθεσαν, ἐπειδὴ ἀπὸ τοῦ περιβόλου κατέβησαν, οὐδαμῆ ἔφευγον, ἀλλ’ αὐτοῦ ἔμενον, οἱ δὲ στρατιῶται ξύν τε Θεοκτίστῳ καὶ Μολάτζῃ εὐθὺς ἐπὶ τοὺς ἵππους ἀναθορόντες οἳ δὴ ἐνταῦθά πη παρεσκευασμένοι ἐτύγχανον, ἐπὶ τὰς πύλας ἀπήλαυνον, Βούζην αὐτοῖς ἐπιθρυλοῦντες ξὺν στρατῷ ἥκειν, ἐθέλειν τε κατὰ τάχος δέξασθαι μὲν αὐτοὺς τῇ πόλει, ξὺν αὐτοῖς δὲ τοὺς πολεμίους ἀμύνασθαι.
8.18
ἐνταῦθα τῶν Ἀντιοχέων πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ πᾶσαι ξὺν τοῖς παιδίοις ἐπὶ τὰς πύλας δρόμῳ πολλῷ ᾔεσαν· εἶτα πρὸς τῶν ἵππων ὠθούμενοι ἅτε ἐν στενοχωρίᾳ πολλῇ ἔπιπτον.
8.19
οἱ δὲ στρατιῶται τῶν ἐν ποσὶν οὐδενὸς τὸ παράπαν φειδόμενοι ἔτι μᾶλλον ἢ πρότερον ὕπερθεν τῶν κειμένων ἅπαντες ἤλαυνον, γέγονέ τε φόνος ἐνταῦθα πολὺς ἄλλως τε καὶ κατὰ τὰς πύλας αὐτάς.
8.20
Οἱ δὲ Πέρσαι, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, κλίμακας ἐπιθέντες ἐπὶ τὸ τεῖχος οὐδενὶ πόνῳ ἀνέβαινον. ἔν τε ταῖς ἐπάλξεσι κατὰ τάχος γενόμενοι χρόνον τινὰ καταβαίνειν οὐδαμῆ ἤθελον, ἀλλὰ διασκοπουμένοις τε καὶ ἀπορουμένοις ἐῴκεσαν, ἐμοὶ μὲν δοκεῖ, προλοχίζεσθαι τὰς δυσχωρίας ἐνέδραις τισὶ τῶν πολεμίων ὑποτοπάζοντες.
8.21
τὰ γὰρ ἐντὸς τοῦ περιβόλου ἀπὸ τῆς ἄκρας εὐθὺς κατιόντι λοιπὸν ἀοίκητος χώρα ἐπὶ πλεῖστόν ἐστι. πέτραι τε λίαν ὑψηλαὶ ἀνέχουσιν ἐνταῦθα καὶ τόποι κρημνώδεις.
8.22
ἔνιοι δέ φασι Χοσρόου γνώμῃ γεγονέναι τὴν μέλλησιν Πέρσαις.