Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

7.24 ἢν δέ τῳ ἐξῇ τἄλλα ἀποσεισαμένῳ τὸν ἀληθῆ λόγον ἑλέσθαι, οὐδὲν ἂν ἡμῖν, ὦ βασιλεῦ, δικαίως ἐπικαλεῖν ἔχοις· ὅπως δὲ ἅπαντα ἀκούσῃ πρᾴως.
7.25 ἐγὼ μὲν γάρ, ἐπειδὴ ἅπερ Ἀντιοχεῦσιν ἐπήγγελλες, δηλώσων ἐστάλην, ἑβδομαῖός σοι ἐς ὄψιν ἥκων ʽοὗ τί ἂν γενέσθαι δύναιτο θᾶσσον;ʼ ταῦτά σοι ἐξειργασμένα ἐς πατρίδα τὴν ἐμὴν εὗρον.
7.26 οἱ δὲ δὴ πάντων ἤδη τῶν τιμιωτάτων ἐκστάντες, εἶτα ἐς τὸν περὶ ψυχῆς ἀγῶνα καθίστανται μόνον, κρείσσους, οἶμαι, γεγενημένοι ἤ σοί τι τὸ λοιπὸν τῶν χρημάτων εἰσφέρειν.
7.27 τὸ γὰρ ἐκτιννύναι τι τῶν οὐ παρόντων ἀνθρώπῳ ἂν οὐδεμία μηχανὴ γένοιτο.
7.28 πάλαι δὲ τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα· ἐν οἶς καὶ τόδε ἐστίν, ἀγνωμοσύνης κεχωρίσθαι ἀσθένειαν.
7.29 ἡ μὲν γὰρ τρόπου ἀκολασίᾳ ἐς τὸ ἀντιτείνειν χωροῦσα μισεῖσθαι, ὡς τὸ εἰκός, εἴωθεν, ἡ δὲ τῷ τῆς ὑπουργίας ἀδυνάτῳ ἐς ταὐτὸ τοῦτο ἐκφερομένη ἐλεεῖσθαι ἱκανῶς πέφυκεν.
7.30 ἔασον τοίνυν ἡμᾶς ἅπαντα, ὦ βασιλεῦ, κληρωσαμένους τὰ χείριστα τοῦτο γοῦν φέρεσθαι παραμύθιον, τὸ μὴ δοκεῖν τῶν ξυμπεπτωκότων ἡμῖν αὐτοὺς αἰτίους γενέσθαι.
7.31 καὶ χρήματα μέν σοι ὅσα λαβὼν ἔχεις διαρκεῖν οἴου, μὴ τῷ σῷ ταῦτα σταθμώμενος ἀξιώματι, ἀλλὰ τὴν Βεροιαίων σκοπῶν δύναμιν.
7.32 περαιτέρω δὲ ἡμᾶς βιάζου μηδέν, μή ποτε δόξῃς οἷς ἐγκεχείρηκας ἀδύνατος εἶναι· τὸ γὰρ ὑπερβάλλον ἀεὶ τῷ ἀμηχάνῳ τετίμηται· τὸ δὲ μὴ τοῖς ἀδυνάτοις ἐγχειρεῖν κράτιστον.
7.33 ταῦτα μὲν οὖν μοι ἀπολελογήσθω ἐν τῷ παραυτίκα ὑπὲρ ἀνδρῶν τῶνδε. ἢν δέ γε τοῖς ταλαιπώροις ξυγγενέσθαι δυνατὸς εἴην, ἔχοιμι ἄν τι καὶ ἄλλο τῶν νῦν με λεληθότων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme