Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

7.1 Οὕτω μὲν οὖν ἐκείνῃ τῇ ἡμέρᾳ ὅ τε Μέγας ἐνθένδε ἀπαλλαγεὶς τὴν ἐπὶ τοὺς Ἀντιοχέας ἤλαυνε καὶ ὁ Χοσρόης τὰ λύτρα λαβὼν ἐς Βέροιαν ᾔει.
7.2 Βέροια δὲ Ἀντιοχείας μὲν καὶ Ἱεραπόλεως μεταξὺ κεῖται, δυοῖν δὲ ἡμερῶν ὁδῷ εὐζώνῳ ἀνδρὶ ἑκατέρας διέχει.
7.3 ὁ μὲν οὖν Μέγας ἅτε ξὺν ὀλίγοις τισὶ πορευόμενος ὀξύτερον ᾔει, ὁ δὲ Περσῶν στρατὸς μοῖραν ἀεὶ τὴν ἡμίσειαν τῆς ὁδοῦ ἤνυε.
7.4 τετάρτῃ δὲ ἡμέρᾳ ὁ μὲν ἐς Ἀντιόχειαν, οἱ δὲ ἐς τὸ Βεροίας προάστειον ἦλθον.
7.5 καὶ χρήματα Χοσρόης τοὺς Βεροιαίους τὸν Παῦλον στείλας εὐθὺς ἔπραττεν, οὐχ ὅσα πρὸς τῶν Ἱεραπολιτῶν ἔλαβε μόνον, ἀλλὰ καὶ τούτων διπλάσια, ἐπεὶ τὸ τεῖχος αὐτοῖς ἐπιμαχώτατον ὂν πολλαχῆ εἶδε.
7.6 Βεροιαῖοι δέ ʽθαρρεῖν γὰρ ἐπὶ τῷ περιβόλῳ οὐδαμῆ εἶχον’ ξὺν προθυμίᾳ μὲν ὑπεδέξαντο ἅπαντα δώσειν, δισχίλια δὲ δόντες ἀργύρου σταθμά, τὰ λειπόμενα διδόναι οὐκ ἔφασαν οἷοί τε εἶναι.
7.7 ἐγκειμένου τε σφίσι διὰ ταῦτα Χοσρόου, νυκτὸς ἐπιλαβούσης ἐς τὸ φρούριον ἅπαντες ὃ ἐν τῇ ἀκροπόλει ἐστὶ κατέφυγον ξὺν τοῖς ἄλλοις στρατιώταις, οἳ δὴ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο.
7.8 τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἐστέλλοντο μὲν πρὸς Χοσρόου ἐς τὴν πόλιν τινὲς ἐφ’ ᾧ τὰ χρήματα λήψονται, οἱ δὲ ἄγχιστά πη τοῦ περιβόλου γενόμενοι κεκλεισμένας μὲν τὰς πύλας ἁπάσας εὗρον, ἀνθρώπων δὲ οὐδενὶ ἐντυχεῖν ἔχοντες τῷ βασιλεῖ τὰ παρόντα σφίσιν ἐσήγγελλον.
7.9 καὶ ὃς τῷ τείχει κλίμακας ἐπιθέντας ἀποπειρᾶσθαι τῆς ἀνόδου ἐκέλευεν, οἱ δὲ κατὰ ταῦτα ἐποίουν.
7.10 οὐδενός τε σφίσιν ἀντιστατοῦντος, ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰς μὲν πύλας κατ’ ἐξουσίαν ἀνέῳγον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme