Book 2
6.19
πρέπειν γὰρ ἀνδρὶ βασιλεῖ πάντων ἥκιστα τοῖς ὑποχωροῦσι καὶ οὐδαμῆ ἐθέλουσιν ἀντιτάσσεσθαι ἐπεμβαίνειν τε καὶ βιάζεσθαι, ἐπεὶ οὐδὲ τῶν νῦν δρωμένων βασιλικόν τι οὐδὲ γενναῖον αὐτῷ ἐργασθείη, ὅτι δὴ οὐ παρασχόμενος τῷ Ῥωμαίων βασιλεῖ βουλῆς τινα χρόνον, ὥστε ἢ τὴν εἰρήνην κρατύνασθαι, ὅπη ἂν ἑκατέρῳ δοκοίη, ἢ τὰ ἐς τὸν πόλεμον ἐκ συνθήκης, ὡς τὸ εἰκός, ἐξαρτύεσθαι, ἀλλ’ οὕτως ἀνεπισκέπτως ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἔλθοι, οὔπω τοῦ σφετέρου βασιλέως ἐπισταμένου τὰ παρόντα σφίσι.
6.20
ταῦτα ὁ Χοσρόης ἀκούσας λόγῳ ξυνετῷ τὸν τρόπον ῥυθμίζεσθαι ὑπὸ ἀμαθίας οὐδαμῶς ἴσχυσεν, ἀλλ’ ἔτι μᾶλλον τὴν διάνοιαν ἢ πρότερον ἤρθη.
6.21
Σύρους τε οὖν ἠπείλησε καταστρέψασθαι καὶ Κίλικας πάντας, καί οἱ τὸν Μέγαν ἕπεσθαι κελεύσας ἐς τὴν Ἱεράπολιν ἐπῆγε τὸ στράτευμα.
6.22
οὗ δὴ ἀφικόμενός τε καὶ ἐνστρατοπεδευσάμενος, ἐπειδὴ τόν τε περίβολον ὀχυρὸν ὄντα εἶδε καὶ στρατιωτῶν ἔμαθε φυλακτήριον διαρκῶς ἔχειν, χρήματα τοὺς Ἱεραπολίτας ᾔτει,
6.23
Παῦλον ἑρμηνέα παρ’ αὐτοὺς πέμψας. ὁ δὲ Παῦλος οὗτος ἐτέθραπτό τε ἐν γῇ τῇ Ῥωμαίων καὶ εἰς γραμματιστοῦ παρὰ Ἀντιοχεῦσιν ἐφοίτησεν, ἐλέγετο δὲ καὶ Ῥωμαῖος γένος τὸ ἐξ ἀρχῆς εἶναι.
6.24
οἱ δὲ μάλιστα μὲν καὶ ὣς ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντες, χώραν περιβεβλημένῳ πολλὴν μέχρι ἐς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει, ἔπειτα δὲ καὶ τὴν γῆν ἀδῄωτον ἔχειν ἐθέλοντες, ὡμολόγησαν ἀργύρου σταθμὰ δισχίλια δώσειν.
6.25
τότε δὴ Μέγας ὑπὲρ τῶν ἑῴων ἁπάντων Χοσρόην ἱκετεύων οὐκέτι ἀνίει, ἕως αὐτῷ ὁ Χοσρόης ὡμολόγησε δέκα τε χρυσοῦ κεντηνάρια λήψεσθαι καὶ πάσης ἀπαλλαγήσεσθαι τῆς Ῥωμαίων ἀρχῆς.