Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

6.2 διὸ δὴ ὁ Βούζης ἅπαντα τὸν στρατὸν ἑπόμενον ἔχων τὰ μὲν πρῶτα ἐπὶ τῆς Ἱεραπόλεως ἔμενεν· ἐπεὶ δὲ τὰ ξυμπεσόντα Σουρηνοῖς ἔμαθε, ξυγκαλέσας τοὺς
6.3 Ἱεραπολιτῶν πρώτους ἔλεξε τοιάδε “Οἷς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως πρὸς τοὺς ἐπιόντας ὁ ἀγών ἐστιν, ἐς χεῖρας τοῖς πολεμίοις ἐκ τοῦ εὐθέος καθίστασθαι οὐδὲν ἀπεικός, οἷς δὲ τῶν ἐναντίων πολλῷ τῷ διαλλάσσοντι καταδεεστέροις ξυμβαίνει εἶναι, μηχαναῖς τισι τοὺς πολεμίους περιελθεῖν μᾶλλον ξυνοίσει ἢ ἐκ τοῦ ἐμφανοῦς ἀντιτασσομένοις ἐς κίνδυνόν τινα προὖπτον ἰέναι.
6.4 ἡλίκος μὲν οὖν ἐστιν ὁ Χοσρόου στρατὸς ἀκούετε δήπου. ἢν δὲ αὐτὸς μὲν πολιορκίᾳ ἡμᾶς ἐξελεῖν βούληται, ἡμεῖς δὲ ἀπὸ τοῦ τείχους τὸν πόλεμον διενέγκωμεν, ἡμᾶς μὲν τὰ ἐπιτήδεια ἐπιλείψειν εἰκός, Πέρσας δὲ ἅπαντα ἐκ τῆς ἡμετέρας οὐδενὸς ἀντιστατοῦντος κομίζεσθαι.
6.5 ταύτῃ τε τῆς πολιορκίας μηκυνομένης, οὐδὲ ἀρκέσειν τὸν περίβολον ταῖς τῶν πολεμίων ἐπιβουλαῖς οἶμαι, ὃν δὴ ἐπιμαχώτατον πολλαχόσε τετύχηκεν εἶναι, καί τι Ῥωμαίοις τῶν ἀνηκέστων ξυμβήσεσθαι.
6.6 ἢν δέ γε μοίρᾳ μέν τινι τοῦ στρατοῦ τὸ τῆς πόλεως φυλάξωμεν τεῖχος, οἱ δὲ λοιποὶ τὰς ἀμφὶ τὴν πόλιν ὑπωρείας καταλάβωσιν, ἐνθένδε καταθέοντες πὴ μὲν τὸ τῶν ἐναντίων στρατόπεδον, πὴ δὲ τοὺς τῶν ἐπιτηδείων ἕνεκα στελλομένους, ἀναγκάσουσι Χοσρόην αὐτίκα δὴ μάλα λύσαντα τὴν προσεδρείαν, τὴν ἀναχώρησιν δι’ ὀλίγου ποιήσασθαι, οὔτε τὰς προσβολὰς ἀδεέστερον ἐπάγειν τῷ περιβόλῳ παντελῶς ἔχοντα οὔτε τι τῶν ἀναγκαίων στρατῷ τοσούτῳ πορίζεσθαι.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme