Book 2
5.21
ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένοντο, οἱ μὲν Πέρσαι τὸν ἐπίσκοπον ἀσπασάμενοι ἐκτὸς ἔμενον, οἱ δὲ Σουρηνοὶ περιχαρῆ γεγονότα τὸν ἄνδρα ὁρῶντες ξὺν τιμῇ τε πολλῇ προπεμπόμενον πρὸς τῶν πολεμίων, ἀφροντιστήσαντες δυσκόλων ἁπάντων τήν τε πυλίδα ὅλην ἀνέῳγον καὶ τὸν ἱερέα ξὺν τοῖς ἑπομένοις κροτοῦντές τε καὶ πολλὰ εὐφημοῦντες ἐδέξαντο.
5.22
ἐπεί τε ἅπαντες εἴσω ἐγένοντο, τὴν μὲν πυλίδα ὡς ἐπιθήσοντες οἱ φύλακες ὤθουν, οἱ δὲ Πέρσαι λίθον ὃς αὐτοῖς παρεσκεύαστο ἐν μέσῳ ἐρρίπτουν.
5.23
οἵ τε φύλακες ἔτι μᾶλλον ὠθοῦντές τε καὶ βιαζόμενοι ἐξικνεῖσθαι τῇ πυλίδι ἐς τὸν οὐδὸν οὐδαμῆ ἴσχυον.
5.24
οὐ μὴν οὐδὲ ἀνοιγνύναι αὐτὴν αὖθις ἐτόλμων, ἐπεὶ πρὸς τῶν πολεμίων αὐτὴν ἔχεσθαι ᾔσθοντο. τινὲς δὲ οὐ λίθον, ἀλλὰ ξύλον Πέρσας ἐς τὴν πυλίδα φασὶν ἐμβεβλῆσθαι.
5.25
οὔπω δὲ Σουρηνῶν σχεδόν τι τῆς ἐπιβουλῆς ᾐσθημένων, παρῆν τε τῷ παντὶ ὁ Χοσρόης στρατῷ καὶ τὴν πυλίδα οἱ βάρβαροι βιασάμενοι ἀνεπέτασαν, δι’ ὀλίγου τε κατὰ κράτος ἥλω.
5.26
εὐθὺς μὲν οὖν θυμῷ ὁ Χοσρόης ἐχόμενος τάς τε οἰκίας ἐληίσατο καὶ τῶν ἀνθρώπων πολλοὺς μὲν κτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἐν ἀνδραπόδων ποιησάμενος λόγῳ πυρπολήσας τε ξύμπασαν τὴν πόλιν ἐς ἔδαφος καθεῖλεν.
5.27
οὕτω τε τὸν Ἀναστάσιον ἀπεπέμψατο, Ἰουστινιανῷ βασιλεῖ ἀπαγγέλλειν κελεύσας ὅπῃ. ποτὲ γῆς Χοσρόην τὸν Καβάδου ἀπολιπὼν εἴη.
5.28
Μετὰ δέ, εἴτε φιλανθρωπίᾳ εἴτε φιλοχρηματίᾳ ἐχόμενος, ἢ γυναικὶ χαριζόμενος ἣν δὴ ἐνθένδε δορυάλωτον ἐξελών, Εὐφημίαν ὄνομα, γυναῖκα γαμετὴν ἐποιήσατο, ἔρωτα ἐξαίσιον αὐτῆς ἐρασθείς ʽἦν γὰρ τὴν ὄψιν εὐπρεπὴς μάλιστἀ δρᾶν τι ἀγαθὸν ὁ Χοσρόης τοὺς Σουρηνοὺς ἔγνω.