Book 2
5.2
ἔστι δὲ τοῦ ποταμοῦ ἐπὶ θάτερα Ῥωμαίων φρούριον ἔσχατον ὃ Κιρκήσιον ἐπικαλεῖται, ἐχυρὸν ἐς τὰ μάλιστα ὄν, ἐπεὶ Ἀβόρρας μὲν ποταμὸς μέγας ἐνταῦθα τὰς ἐκβολὰς ἔχων τῷ Εὐφράτῃ ἀναμίγνυται, τὸ δὲ φρούριον τοῦτο πρὸς αὐτῇ που τῇ γωνίᾳ κεῖται ἣν δὴ τοῖν ποταμοῖν ἡ μίξις ποιεῖται.
5.3
καὶ τεῖχος δὲ ἄλλο μακρὸν τοῦ φρουρίου ἐκτὸς χώραν τὴν μεταξὺ ποταμοῦ ἑκατέρου ἀπολαμβάνον τρίγωνον ἐνταῦθα ἀμφὶ τὸ Κιρκήσιον ἐπιτελεῖ σχῆμα.
5.4
διὸ δὴ ὁ Χοσρόης οὔτε φρουρίου ἐθέλων οὕτω δὴ ἐχυροῦ ἀποπειρᾶσθαι οὔτε διαβαίνειν ποταμὸν Εὐφράτην διανοούμενος, ἀλλ’ ἐπὶ Σύρους τε καὶ Κίλικας ἰέναι, οὐδὲν διαμελλήσας, ἐπίπροσθεν τὸν στρατὸν ἤλαυνε, τριῶν τε σχεδόν τι ὁδὸν ἡμερῶν εὐζώνῳ ἀνδρὶ παρὰ τοῦ Εὐφράτου τὴν ὄχθην ἀνύσας πόλει Ζηνοβίᾳ ἐπιτυγχάνει· ἣν ἡ Ζηνοβία ποτὲ δειμαμένη τὴν ἐπωνυμίαν τῇ πόλει,
5.5
ὡς τὸ εἰκός, ἔδωκεν. ἦν δὲ ἡ Ζηνοβία Ὀδονάθου γυνή, τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχοντος, οἳ Ῥωμαίοις μαίοις ἔνσπονδοι ἐκ παλαιοῦ ἦσαν.
5.6
οὗτος ὁ Ὀδονάθος ἀνεσώσατο Ῥωμαίοις τὴν ἑῴαν ἀρχὴν ὑπὸ Μήδοις γεγενημένην. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο.
5.7
Χοσρόης δὲ τότε ἄγχιστά που τῆς Ζηνοβίας ἥκων, ἐπειδὴ τὸ χωρίον οὔτε ἀξιόλογον ἔμαθεν εἶναι καὶ τὴν χώραν κατενόησεν ἀοίκητόν τε καὶ πάντων ἀγαθῶν ἔρημον οὖσαν, δείσας μή τίς οἱ χρόνος ἐνταῦθα τριβεὶς πράξεσι μεγάλαις ἐπ’ οὐδενὶ ἔργῳ ἐμπόδιος εἴη, ἀπεπειράσατο μὲν ὁμολογίᾳ τὸ χωρίον ἑλεῖν. ὡς δὲ οὐδὲν προὐχώρει, πρόσω κατὰ τάχος τὸν στρατὸν ἤλαυνεν.
5.8
Ὁδόν τε αὖθις τοσαύτην ἀνύσας ἀφίκετο ἐς πόλιν Σούρων πρὸς τῷ Εὐφράτῃ ποταμῷ οὖσαν,