Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

30.26 τῆς μέντοι ῥύμης αὐτῷ τοσοῦτον περίεστιν ὥστε δὴ ἐς τὴν θάλασσαν ἐκβαλὼν ἐπὶ μακρότατον κατὰ μόνας χωρεῖ, οὐδαμῆ ταύτῃ ἐπιμιγνύμενος. ὕδωρ ἀμέλει πότιμον τοῖς ἐκείνῃ ναυτιλλομένοις ὑδρεύεσθαι πάρεστιν ἐν μέσῳ πελάγει.
30.27 καὶ φυλακτήρια μέντοι τοῦ ποταμοῦ ἐντὸς πεποίηνται πανταχόθι Λαζοί, τοῦ μηδὲ ναυσὶ διαπορθμευομένοις τοῖς πολεμίοις ἀπόβασιν ἐς τὴν γῆν εἶναι.
30.28 Βασιλεὺς δὲ Ἰουστινιανὸς Σαβείρων μὲν τῷ ἔθνει τὰ ξυγκείμενα χρήματα ἔπεμψε, Γουβάζην δὲ καὶ Λαζοὺς χρήμασιν ἄλλοις δεδώρηται.
30.29 ἐτύγχανε δὲ πολλῷ πρότερον καὶ ἄλλο στράτευμα λόγου ἄξιον ἐς Λαζικὴν πέμψας, οἳ οὔπω ἀφικόμενοι ἐνταῦθα ἔτυχον. ἦρχε δὲ αὐτῶν Ῥεκίθαγγος ἐκ Θρᾴκης, ἀνὴρ ξυνετός τε καὶ ἀγαθὸς τὰ πολέμια. ταῦτα μὲν οὖν ταύτῃ πη εἶχε.
30.30 Γενόμενος δὲ ὁ Μερμερόης ἐν τοῖς ὄρεσιν, ὥσπερ μοι εἴρηται, Πέτραν ἐνθένδε τῶν ἐπιτηδείων ἐμπιπλάναι ἐν σπουδῇ εἶχεν. ἐπαρκέσειν γὰρ τῷ ἐνταῦθα φυλακτηρίῳ ἐς τρισχιλίους ὄντι τὰ ἐδώδιμα οὐδαμῆ ᾤετο ἅπερ εἰσκομισάμενοι ξὺν αὐτοῖς ἔτυχον.
30.31 ἀλλ’ ἐπεὶ τὰ ἐν ποσὶ σφίσι γινόμενα μόλις ἀπέχρη ἐς τὴν δαπάνην τῇ στρατιᾷ ταύτῃ, οὐχ ἧσσον ἢ τρισμυρίοις οὖσι, καὶ ἀπ’ αὐτοῦ οὐδὲν ὅ τι καὶ λόγου ἄξιον πέμπειν ἐς τὴν Πέτραν οἷοί τε ἦσαν, λογισάμενος εὕρισκε σφίσιν ἄμεινον εἶναι τὸ μὲν πλέον τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς Κολχίδος, ὀλίγους δέ τινας ἐνταῦθα μεῖναι, οἳ δὴ ἔμελλον τῶν ἐπιτηδείων οἷς ἂν ἐντύχοιεν πολλὰ μὲν ἐς τὸ ἐν Πέτρᾳ φυλακτήριον ἐσκομίζεσθαι, τοῖς δὲ ἄλλοις αὐτοὶ διαρκῶς χρῆσθαι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme