Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

30.14 Πέρσαι μὲν οὖν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, Τζάνοι δὲ ληισάμενοι τὸ Ῥωμαίων στρατόπεδον εὐθὺ τοῦ Ῥιζαίου ἐχώρησαν. ἔνθεν δὲ ἐς Ἀθήνας ἐλθόντες διὰ Τραπεζουντίων ἐπ’ οἴκου ἀπεκομίσθησαν.
30.15 Μερμερόης δὲ καὶ ὁ Μήσων στρατὸς ἐνταῦθα ἦλθον ἡμέρᾳ μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν ἐνάτῃ· οὗ δὴ ἀπολελειμμένους ἐκ τοῦ Περσῶν φυλακτηρίου τραυματίας μὲν καὶ ἀπομάχους γεγενημένους πεντήκοντα καὶ τριακοσίους εὗρον, ἀκραιφνεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν μόνους· οἱ γὰρ ἄλλοι ἅπαντες ἐτεθνήκεσαν.
30.16 ὧνπερ τὰ σώματα οἱ περιόντες τοῦ περιβόλου ἐκτὸς οὐδαμῆ ἔρριψαν, ἀλλὰ τῷ τῆς ὀσμῆς δυσώδει ἀποπνιγόμενοι παρὰ δόξαν ἀντεῖχον, ὡς μή τινα ἐς τὸ πολιορκεῖν προθυμίαν τοῖς πολεμίοις, ἅτε τῶν πλείστων ἀπολωλότων σφίσι, παρέχωνται.
30.17 ὅ τε Μερμερόης ἐπιτωθάζων δακρύων τε καὶ θρήνων ἀξίαν Ῥωμαίων τὴν πολιτείαν ἔφασκεν εἶναι, οἷς γε δὴ ἐς τοῦτο ἀσθενείας περιεστήκει τὰ πράγματα, ὡς πεντήκοντά τε καὶ ἑκατὸν ἀτειχίστους Πέρσας μηδεμιᾷ μηχανῇ ἐξελεῖν δεδυνῆσθαι.
30.18 καὶ τοῦ μὲν περιβόλου ἀνοικοδομήσασθαι ὅσα καταπεπτώκει ἐν σπουδῇ ἐποιεῖτο· ἐπεὶ δὲ οὔτε τίτανον ἐν τῷ παραυτίκα οὔτε τι ἄλλο τῶν ἐς τὴν οἰκοδομίαν ἐπιτηδείων ἐν παρασκευῇ εἶχεν, ἐπενόει τάδε.
30.19 θυλάκους λινοῦς, οἷς δὴ Πέρσαι τὰ ἐπιτήδεια σφίσιν ἐσεκομίσαντο ἐς γῆν τὴν Κολχίδα, ψάμμου ἐμπλησάμενος ἐς τῶν λίθων τὴν χώραν ἐτίθετο, οἳ δὴ ἐνταῦθα βαλλόμενοι ἀντὶ τοῦ τοίχου ἐγίνοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme