Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

29.42 ἐπεὶ δὲ Ῥωμαῖοι τειχομαχοῦντες οὐδὲν ἤνυον, ἐπὶ τὸ διορύσσειν αὖθις ἐτράποντο. ἐς τόσον τε τοῦ ἔργου τούτου ἀφίκοντο ὡς μηκέτι ἐπ’ ἐδάφους τὰ τοῦ περιβόλου θεμέλια εἶναι, ἀλλ’ ἐπὶ κενοῦ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑστάναι, πεσούμενα, ὡς τὸ εἰκός, αὐτίκα δὴ μάλα.
29.43 καὶ εἰ μὲν Δαγισθαῖος εὐθὺς ἤθελε πῦρ τοῖς θεμελίοις ἐνάψαι, οἶμαι εὐθυωρὸν σφίσι τὴν πόλιν ἁλῶναι· νῦν δὲ τὰς ἐκ βασιλέως καραδοκῶν ἐλπίδας μέλλων τε ἀεὶ καὶ τρίβων τὸν χρόνον ἡσυχῆ ἔμενε. ταῦτα μὲν οὖν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐπράσσετο τῇδε.
30.1 Μερμερόης δέ, ἐπεὶ τοὺς Ἰβηρίας ὅρους παντὶ τῷ Μήδων στρατῷ ἤμειψε, πρόσω ἐχώρει, ποταμὸν Μήδων στρατῷ ἤμειψε, πρόσω ἐχώρει, ποταμὸν Φᾶσιν ἐν δεξιᾷ ἔχων· διὰ γὰρ τῶν ἐπὶ Λαζικῆς χωρίων ἰέναι οὐδαμῆ ἤθελε, τοῦ μή τί οἱ ταύτῃ ἐμπόδισμα ὑπαντιάσαι.
30.2 Πέτραν γὰρ πόλιν καὶ Πέρσας τοὺς ἐνταῦθα διασώσασθαι ἐν σπουδῇ εἶχε, καίτοι καὶ μοῖρά τις τοῦ περιβόλου καταπεπτώκει ἐξαπιναίως.
30.3 ᾐώρητο γάρ, ὥσπερ μοι εἴρηται· ἄνδρες τε τοῦ Ῥωμαίων στρατοῦ ἐς πεντήκοντα ἐθελούσιοι ἐν τῇ πόλει γενόμενοι βασιλέα Ἰουστινιανὸν ἀνεβόων καλλίνικον.
30.4 ἡγεῖτο δὲ αὐτῶν νεανίας τις Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱός, ὅνπερ Γούζην ἐπίκλησιν ἐκάλουν.
30.5 οὗτος ὁ Θωμᾶς πολλὰ τῶν ἀμφὶ τὴν Λαζικὴν ὀχυρωμάτων ἐδείματο, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τῶν ἐκείνῃ στρατιωτῶν ἦρξεν, ἔμφρων τε βασιλεῖ ἔδοξεν εἶναι.
30.6 ὁ μὲν οὖν Ἰωάννης, Περσῶν σφίσιν ἐς χεῖρας ἐλθόντων, πληγεὶς αὐτίκα ξὺν τοῖς ἑπομένοις ἐς τὸ στρατόπεδον ἀνεχώρησεν, ἐπεὶ οὐδείς οἱ τῶν ἐκ τοῦ Ῥωμαίων στρατοῦ ἕτερος ἀμύνων ἦλθε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme