Book 2
3.57
οὐ μέντοι Ῥωμαῖοι τοῦτο ὑπώπτευον, οὐδὲ δὴ Πέρσας λύσειν ποτὲ τὰς ἀπεράντους καλουμένας σπονδὰς ᾤοντο, καίπερ Χοσρόην ἀκούσαντες τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς καὶ τὰ ἐγκλήματα ἐπιφέρειν ταῦτα ὧν ἄρτι ἐμνήσθην.
4.1
Τότε καὶ ὁ κομήτης ἀστὴρ ἐφάνη, τὰ μὲν πρῶτα ὅσον εὐμήκης ἀνὴρ μάλιστα, ὕστερον δὲ καὶ πολλῷ μείζων. καὶ αὐτοῦ τὸ μὲν πέρας πρὸς δύοντα ἥλιον, ἡ δὲ ἀρχὴ πρὸς ἀνίσχοντα ἦν,
4.2
αὐτῷ δὲ τῷ ἡλίῳ ὄπισθεν εἵπετο. ὁ μὲν. γὰρ ἐν αἰγοκέρῳ ἦν, αὐτὸς δὲ ἐν τοξότῃ. καὶ αὐτὸν οἱ μέν τινες ἐκάλουν ξιφίαν, ὅτι δὴ ἐπιμήκης τε ἦν καὶ λίαν ὀξεῖαν τὴν ἀρχὴν εἶχεν, οἱ δὲ πωγωνίαν, ἡμέρας τε πλείους ἢ τεσσαράκοντα ἐφάνη.
4.3
οἱ μὲν οὖν ταῦτα σοφοὶ ἀλλήλοις ὡς ἥκιστα ὁμολογοῦντες ἄλλος ἄλλα προὔλεγον πρὸς τούτου δὴ τοῦ ἀστέρος σημαίνεσθαι· ἐγὼ δὲ ὅσα γενέσθαι ξυνηνέχθη γράφων δίδωμι ἑκάστῳ τοῖς ἀποβεβηκόσι τεκμηριοῦσθαι ᾗ βούλοιτο.
4.4
μέγα μὲν εὐθὺς στράτευμα Οὐννικόν, διαβάντες ποταμὸν Ἴστρον, ξυμπάσῃ Εὐρώπῃ ἐπέσκηψαν, γεγονὸς μὲν πολλάκις ἤδη, τοσαῦτα δὲ τὸ πλῆθος κακὰ ἢ τοιαῦτα τὸ μέγεθος οὐκ ἐνεγκὸν πώποτε τοῖς ταύτῃ ἀνθρώποις. ἐκ κόλπου γὰρ τοῦ Ἰονίου οἱ βάρβαροι οὗτοι ἅπαντα ἐφεξῆς ἐληίσαντο μέχρι ἐς τὰ Βυζαντίων προάστεια.
4.5
καὶ φρούρια μὲν δύο καὶ τριάκοντα ἐν Ἰλλυριοῖς εἷλον, πόλιν δὲ τὴν Κασσάνδρειαν κατεστρέψαντο βίᾳ ʽἣν οἱ παλαιοὶ Ποτίδαιαν ἐκάλουν, ὅσα γε ἡμᾶς εἰδέναἰ οὐ τειχομαχήσαντες πρότερον.
4.6
καὶ τά τε χρήματα ἔχοντες αἰχμαλώτων τε μυριάδας δυοκαίδεκα ἀπαγόμενοι ἐπ’ οἴκου ἅπαντες ἀνεχώρησαν, οὐδενὸς σφίσιν ἐναντιώματος ἀπαντήσαντος.