Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

29.4 ἐτύγχανε δὲ τῶν τις ἐν Κόλχοις λογίμων, Φαρσάνσης ὄνομα, τῷ Γουβάζῃ προσκεκρουκὼς ἐς μέγα τέ οἱ ἀπ’ αὐτοῦ ἐμπεπτωκὼς ἔχθος καὶ ὡς ἥκιστα θαρσῶν τῷ βασιλεῖ ἐς ὄψιν ἥκειν.
29.5 ὅπερ ἐπεὶ ὁ Φάβριζος ἔγνω, τὸν Φαρσάνσην μεταπεμψάμενος ἐκοινολογεῖτό τε καὶ τὸν ἅπαντα λόγον ἐξενεγκὼν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅπη οἱ ἐπιχειρητέα ἐς τὴν πρᾶξιν εἴη.
29.6 ἔδοξε τοίνυν σφίσιν ἐπὶ κοινῆς βουλευσαμένοις Φάβριζον μὲν ἐν Πέτρᾳ τῇ πόλει γενέσθαι, μεταπέμψασθαι δὲ Γουβάζην ἐνταῦθα, ὅπως οἱ ἀγγέλλοι ὅσα δὴ βασιλεῖ ἀμφὶ τῷ ξυνοίσοντι Λαζοῖς δοκοῦντα εἴη.
29.7 ἀλλ’ ὁ Φαρσάνσης κρύφα τῷ Γουβάζῃ ἐσήμηνε τὰ πρασσόμενα. διὸ δὴ Γουβάζης παρὰ μὲν Φάβριζον οὐδαμῆ ἦλθεν, ἐκ δὲ τοῦ ἐμφανοῦς ἐς ἀπόστασιν εἶδε.
29.8 Φάβριζος δὲ Πέρσαις μὲν τοῖς ἄλλοις τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἐπιμελεῖσθαι πάσῃ δυνάμει ἐπέστελλε καὶ τὰ ἐς πολιορκίαν ὡς ἀσφαλέστατα ἐξαρτύεσθαι, αὐτὸς δὲ ξὺν τοῖς τριακοσίοις ἐπ’ οἴκου ἄπρακτος ἀνεχώρησε.
29.9 Γουβάζης δὲ ἀνενεγκὼν ἐς Ἰουστινιανὸν βασιλέα τὰ παρόντα σφίσι τῶν μὲν τὰ πρότερα πεπραγμένων Λαζοῖς ἐδεῖτο συγγνώμονα εἶναι, ἀμῦναι δὲ σφίσι δυνάμει τῇ πάσῃ ἀπαλλαξείουσι τῆς Μήδων ἀρχῆς. οὐ γὰρ κατὰ μόνας δυνήσεσθαι Κόλχους ἀποκρούσασθαι τὴν Περσῶν δύναμιν.
29.10 Ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, περιχαρὴς γενόμενος ἄνδρας ἑπτακισχιλίους καὶ Δαγισθαῖον ἄρχοντα καὶ Τζάνους χιλίους ἐς ἐπικουρίαν Λαζοῖς ἔπεμψεν.
29.11 οἳ δὴ ἐν γῇ τῇ Κολχίδι γενόμενοι ἅμα Λαζοῖς τε καὶ τῷ Γουβάζῃ ἐνστρατοπεδευσάμενοι ἀμφὶ τὸν Πέτρας περίβολον ἐς πολιορκίαν καθίσταντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme