Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

28.40 τοῦτον μέντοι τὸν Ἰσδιγούσναν Ἰουστινιανὸς βασιλεὺς μάλιστα πρέσβεων ἁπάντων ὧν ἡμεῖς ἴσμεν ξύν τε πολλῇ φιλοφροσύνῃ εἶδε καὶ διὰ τιμῆς ἱκανῶς ἤγαγεν.
28.41 ὥστε καὶ ἡνίκα δὴ αὐτὸν ἑστιῴη, Βραδούκιον, ὅσπερ αὐτῷ ἑρμηνεὺς εἵπετο, ξὺν αὐτῷ ἐπὶ τῆς στιβάδος κατέκλινε, πρᾶγμα πώποτε οὐ γεγονὸς πρότερον ἐκ τοῦ παντὸς χρόνου.
28.42 ἑρμηνέα γὰρ οὐδὲ τῶν τινι καταδεεστέρων ἀρχόντων, μή τί γε δὴ βασιλεῖ ὁμοτράπεζον γεγονότα οὐδείς ποτε εἶδεν.
28.43 ἀλλὰ καὶ μεγαλοπρεπέστερον ἢ κατὰ πρεσβευτὴν τὸν ἄνδρα τοῦτον ἐδέξατό τε καὶ ἀπεπέμψατο, καίπερ ἐπ’ οὐδενὶ ἔργῳ τὴν πρεσβείαν,
28.44 ὥσπερ μοι εἴρηται, πεποιημένον. ἢν γάρ τις τάς τε δαπάνας διαριθμήσαιτο καὶ τὰ δῶρα ὅσα ἐνθένδε κεκομισμένος Ἰσδιγούσνας ἀπιὼν ᾤχετο, πλέον αὐτὰ κατατείνοντα ἢ ἐς χρυσοῦ κεντηνάρια δέκα εὑρήσει. τὰ μὲν οὖν τῆς ἐς Δάρας πόλιν ἐπιβουλῆς τῷ Χοσρόῃ ἐς τοῦτο ἐτελεύτα.
29.1 Ἔς τε Λαζικὴν πρῶτα μὲν ξύλα παμπληθῆ ἐς νηῶν ποίησιν ἐπιτηδείως ἔχοντα ἔπεμψεν, οὐδενὶ φράσας ἐφ’ ὅτῳ δὴ αὐτὰ πέμψειεν, ἀλλὰ τῷ λόγῳ μηχανὰς ἐν Πέτρας τῷ περιβόλῳ καταστησόμενος ταῦτα ἔστελλεν.
29.2 ἔπειτα δὲ Περσῶν μαχίμους τριακοσίους ἀπολεξάμενος, Φάβριζόν τε, οὗπερ ἀρτίως ἐπεμνήσθην, αὐτοῖς ἐπιστήσας ἐνταῦθα στέλλει, ᾧ δὴ ἐπήγγελλε Γουβάζην ὡς λαθραιότατα διαχρήσασθαι· τὸ γὰρ ἐνθένδε αὐτῷ μελήσειν.
29.3 τὰ μὲν οὖν ξύλα ταῦτα ἐπεὶ ἐς Λαζικὴν ἐκομίσθη, κεραυνόβλητα ἐξαπιναίως γενόμενα τετεφρῶσθαι ξυνέβη· Φάβριζος δὲ ξὺν τοῖς τριακοσίοις ἐς Λαζικὴν ἀφικόμενος ἔπρασσεν ὅπως δὴ ἀμφὶ Γουβάζῃ τὰ πρὸς τοῦ Χοσρόου ἐπηγγελμένα ὑποτελοίη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme